Do as I say.

Matthew 7.21-23 = Luke 6.46.

Current mode: View.

Notes and quotes.

§ 2 Clement 4.1-2, 5:

Μη μονον ουν αυτον καλωμεν κυριον, ου γαρ τουτο σωσει ημας. λεγει γαρ· Ου πας ο λεγων μοι· Κυριε, κυριε, σωθησεται, αλλ ο ποιων την δικαιοσυνην.

Let us therefore not only call him Lord, for this will not save us. For he says: Not everyone who says to me: Lord, will be saved, but rather he who does justice.

Δια τουτο, ταυτα υμων πρασσοντων, ειπεν ο κυριος· Εαν ητε μετ εμου συνηγμενοι εν τω κολπω μου και μη ποιητε τας εντολας μου, αποβαλω υμας και ερω υμιν· Υπαγετε απ εμου· ουκ οιδα υμας ποθεν εστε, εργαται ανομιας.

On this account, if you do these things, the Lord said: If you be gathered together with me in my bosom yet and do not do my commandments, I will cast you away and say to you: Get away from me; I do not know whence you are, workers of lawlessness.

§ The Shepherd of Hermas, Parable 9.12.3:

Οτι, φησιν, επ εσχατων των ημερων της συντελειας φανερος εγενετο· δια τουτο καινη εγενετο η πυλη, ινα οι μελλοντες σωζεσθαι δι αυτης εις την βασιλειαν εισελθωσι του θεου.

He says: Because he was made apparent in the last days of the consummation; on this account the gate was made new, so that those about to be saved may go into it into the kingdom of God.

§ Justin Martyr, Apology 1.16.8-14:

Οι δ αν μη ευρισκωνται βιουντες ως εδιδαξε, γνωριζεσθωσαν μη οντες Χριστιανοι, καν λεγωσιν δια γλωττης τα του Χριστου διδαγματα· ου γαρ τους μονον λεγοντας, αλλα τους και τα εργα πραττοντας σωθησεσθαι εφη. ειπε γαρ ουτως· Ουχι πας ο λεγων μοι· Κυριε, κυριε, εισελευσεται εις την βασιλειαν των ουρανων, αλλ ο ποιων το θελημα του πατρος μου του εν τοις ουρανοις. ος γαρ ακουει μου και ποιει α λεγω ακουει του αποστειλαντος με. πολλοι δε ερουσι μοι· Κυριε, κυριε, ου τω σω ονοματι εφαγομεν και επιομεν και δυναμεις εποιησαμεν; και τοτε ερω αυτοις· Αποχωρειτε απ εμου, εργαται της ανομιας. τοτε κλαυθμος εσται και βρυγμος των οδοντων, οταν οι μεν δικαιοι λαμψωσιν ως ο ηλιος, οι δε αδικοι πεμπωνται εις το αιωνιον πυρ. πολλοι γαρ ηξουσιν επι τω ονοματι μου, εξωθεν μεν ενδεδυμενοι δερματα προβατων, εσωθεν δε οντες λυκοι αρπαγες· εκ των εργων αυτων επιγνωσεσθε αυτους. παν δε δενδρον μη ποιουν καρπον καλον εκκοπτεται και εις πυρ βαλλεται. κολαζεσθαι δε τους ουκ ακολουθως τοις διδαγμασιν αυτου βιουντας, λεγομενους δε μονον Χριστιανους, και υφ υμων αξιουμεν.

And let those who are not found living as he taught be understood not to be Christians, even though they profess with the lip the teachings of Christ; for not those who only say them, but rather those who practice the works shall be saved. For he said thus: Not every one who says to me: Lord, Lord, shall enter into the kingdom of the heavens, but rather the one that does the will of my father who is in the heavens. For he who hears me and does my sayings hears him who sent me. And many will say unto me: Lord, Lord, have we not eaten and drunk in your name, and done powerful things? And then will I say unto them: Depart from me, workers of lawlessness. Then shall there be weeping and gnashing of teeth, when the just shall shine as the sun, but the unjust are sent into the eternal fire. For many shall come in my name, clothed outwardly in the skin of sheep, but inwardly being ravenous wolves. From their works you will know them. And every tree that does not make good fruit is cut down and cast into the fire. And as to those who are not living pursuant to these teachings of his, and are only called Christians, we demand that all such be punished by you.

Dialogue 76.4-5:

Ηξουσιν απο ανατολων και δυσμων, και ανακλιθησονται μετα Αβρααμ και Ισαακ και Ιακωβ εν τη βασιλεια των ουρανων· οι δε υιοι της βασιλειας εκβληθησονται εις το σκοτος το εξωτερον, και· Πολλοι ερουσι μοι τη ημερα εκεινη· Κυριε, κυριε, ου τω σω ονοματι εφαγομεν και επιομεν και προεφητευσαμεν και δαιμονια εξεβαλομεν; και ερω αυτοις· Αναχωρειτε απ εμου. και εν αλλοις λογοις, οις καταδικαζειν τους αναξιους μη σωζεσθαι μελλει, εφη ερειν· Υπαγετε εις το σκοτος το εξωτερον, ο ητοιμασεν ο πατηρ τω Σατανα και τοις αγγελοις αυτου.

[Jesus said:] They shall come from the east and west, and they shall recline with Abraham and Isaac and Jacob in the kingdom of the heavens; but the sons of the kingdom shall be cast out into the outer darkness, and: Many shall say to me on that day: Lord, Lord, have we not eaten and drunk and prophesied and cast out demons in your name? And I will say to them: Depart from me. And in other words, by which he is about to condemn those who are unworthy to be saved, he said: Get into the outer darkness, which the father has made ready for Satan and his angels.

§ Papyrus Merton 51, verso (lines 10-17 of the entire fragment):

  1. [... πονη]ρου προφερ[ων ...]
  2. [ε]φερεν ως εκ π[ονηρου ...]
  3. ρον και οτε αποσ[τελλ...-]
  4. θου θησαυρου τη[ς ...]
  5. απολλυτ[αι ...]
  6. [αυ]της ουκ αρ[α ...]
  7. [...] ου ποιειτε [...]
  8. [...]ου λεγ[οντος ....]
  1. [... of e]vil bearing for[th ...]
  2. [b]ore forth as from e[vil ...]
  3. ...and when ... se[nd... -]
  4. ... of the treasure of th[e ...]
  5. destroy[s ...]
  6. [of] it not [...]
  7. [...] you do not do [...]
  8. [...] say[ing ....]