Πράξεις τοῦ ἁγίου ἀποστόλου καὶ εὐαγγελιστοῦ
Ἰωάννου τοῦ θεολόγου

I . Βασιλεύοντος τῶν Ἰουδαίων Ἀγρίππα, ὃν διὰ τὸ συμβουλεύειν εἰρήνην λιθοβολήσαντες ἀπέκτειναν, ἐν τῷ καιρῷ ἐκείνῳ Οὐεσπεσιανὸς Καῖσαρ ὑπάρχων πολλῷ στρατεύματι περιχαρακώσας τὴν Ἱερουσαλὴμ τοὺς μὲν δορυαλώτους λαβὼν ἐφόνευσεν, ἄλλους πολιορκήσας λιμῷ διέφθειρεν, καὶ τοὺς πλείστους φυγαδεύσας χρόνῳ διέσπειρεν· τό τε ἱερὸν καθελὼν καὶ τὰ σκεύη τὰ ἅγια εἰς ναῦν ἐμβαλὼν ἔπεμψεν εἰς Ῥώμην ποιήσασθαι τῆς Εἰρήνης σκήνωμα, καὶ τοῖς ἐκ πολέμου σκύλοις ἐκοσμεῖτο.

II . Οὐεσπεσιανοῦ δὲ ἀποθανόντος ἐγκρατὴς γενόμενος ὁ υἱὸς αὐτοῦ Δομετιανὸς τῆς βασιλείας μετὰ τῶν ἄλλων ἀδικημάτων αὐτοῦ προσέθετο καὶ διωγμὸν ποιεῖν κατὰ τῶν δικαίων ἀνθρώπων. μαθὼν γὰρ τὴν πόλιν πεπληρῶσθαι Ἰουδαίων, μεμνημένος τῶν ὑπὸ τοῦ πατρὸς αὐτοῦ περὶ αὐτῶν κελευσθέντων, ὥρμησεν ἐπὶ τὸ πάντας ἐκβαλεῖν ἐκ τῆς τῶν Ῥωμαίων πόλεως. τολμήσαντες δέ τινες τῶν Ἰουδαίων ἔδωκαν τῷ Δομετιανῷ βίβλον ἐν ᾧ ἐγέγραπτο τάδε·

III . Δομετιανὲ Καῖσαρ βασιλεῦ πάσης τῆς οἰκουμένης, ὅσοι Ἰουδαῖοι σοῦ δεόμεθα καὶ ἱκέται προσκείμεθα τῆς σῆς δυνάμεως μὴ φυγαδεύειν ἡμᾶς ἀπὸ τοῦ θείου καὶ φιλανθρώπου σου προσώπου· εἴκομεν γάρ σοι, καὶ τοῖς ἔθεσιν καὶ τοῖς νόμοις καὶ πράξεσιν καὶ πολιτείαις μηδὲν ἀδικοῦντες ἀλλὰ Ῥωμαίοις ὁμοφρονοῦντες. ἔστιν δὲ καινὸν καὶ ξένον ἔθνος, μήτε τοῖς ἡμετέροις ἔθεσιν ὑπακοῦον μήτε ταῖς Ἰουδαίων θρησκείαις συνευδοκοῦν, ἀπερίτμητον, ἀπάνθρωπον, ἄνομον, ὅλους οἴκους ἀνατρέπον, ἄνθρωπον θεὸν καταγγέλλοντες, οἷς ἐκκλησία ἅπασιν ἐπιγίνεται ξένον ὄνομα χριστιανῶν. οὗτοι θεὸν ἀθετοῦσιν μὴ προσέχοντες τῷ ὑπ' αὐτοῦ δοθέντι νόμῳ, υἱὸν δὲ θεοῦ καταγγέλλουσιν ἄνθρωπον ἐξ ἡμῶν αὐτῶν γεννηθέντα ὀνόματι Ἰησοῦν, οὗ οἱ γονεῖς καὶ οἱ ἀδελφοὶ καὶ πᾶσα ἡ γενεὰ ἐξ Ἑβραίων ἐξήρτηται· ὃν διὰ τὴν πολλὴν αὐτοῦ βλασφημίαν καὶ τὴν ἄνομον φλυαρίαν ἡμεῖς σταυρῷ παρεδώκαμεν. ψεῦσμά τε ἕτερον τῷ πρώτῳ αὐτῶν βλάσφημον συνάπτουσιν· τὸν γὰρ παγέντα καὶ ταφέντα τοῦτον ὡς ἐκ νεκρῶν ἀναστάντα δοξολογοῦσιν· πρὸς τούτοις καὶ ἀναληφθέντα ἐν νεφέλαις ἐν τοῖς οὐρανοῖς καταψεύδονται.

IV . Ἐπὶ τούτοις πᾶσιν ὀργῇ συσχεθεὶς ὁ βασιλεὺς δόγμα τῇ συγκλήτῳ ἐκελεύσατο ἵνα ἄρδην τοὺς ὁμολογοῦντας αὐτοὺς εἶναι χριστιανοὺς φονεύσωσιν. τῶν οὖν παραυτὰ τῆς ὀργῆς εὑρεθέντων καὶ τὸν τῆς ὑπομονῆς καρπὸν τρυγησάντων στεψαμένων τε τὸν πάμμαχον ἀγῶνα κατὰ τῶν τοῦ διαβόλου πραγμάτων προσελάβετο ἡ τῆς ἀφθαρσίας ἀνάψυξις.

V . Διεφημίσθη τε ἐν τῇ Ῥώμῃ ἡ τοῦ Ἰωάννου διδασκαλία καὶ μέχρι τῶν Δομετιανοῦ ἀκοῶν, εἶναί τινα ἐν Ἐφέσῳ Ἑβραῖον ὀνόματι Ἰωάννην, ὃς περὶ τοῦ Ῥωμαίων βασιλείου διαφημίζει λέγων ἐν τάχει ἐκριζωθήσεσθαι, καὶ ἑτέρῳ τὴν βασιλείαν τῶν Ῥωμαίων διαδεδόσθαι. ταραχθεὶς δὲ ὁ Δομετιανὸς ἐπὶ τοῖς εἰρημένοις ἔπεμψεν ἑκατόνταρχον μετὰ στρατιωτῶν ἵνα ἁρπάσαντες ἀγάγωσιν τὸν Ἰωάννην. καὶ ἐλθόντες εἰς τὴν Ἔφεσον ἐπυνθάνοντο ποῦ μένει ὁ Ἰωάννης. προσελθόντες δὲ τῷ πυλῶνι αὐτοῦ εὗρον αὐτὸν ἑστῶτα πρὸ τῶν θυρῶν, καὶ νομίσαντες αὐτὸν εἶναι θυρωρὸν ἐξήταζον ποῦ μένει ὁ Ἰωάννης. ὃ δὲ ἀποκριθεὶς εἶπεν· Ἐγώ εἰμι. Οἳ δὲ τὸ μέτριον αὐτοῦ καὶ ταπεινὸν καὶ πενιχρὸν ὑπερηφανήσαντες ἐπέπλησσον μετὰ ἀπειλῆς λέγοντες· Εἰπὲ ἡμῖν τὴν ἀλήθειαν. Ὁμολογοῦντος δὲ αὐτοῦ πάλιν αὐτὸν εἶναι τὸν ζητούμενον, ἀλλὰ καὶ τῶν γειτόνων μαρτυρούντων, ἔφησαν αὐτὸν ἐν τάχει ἐξιέναι σὺν αὐτοῖς πρὸς τὸν βασιλέα ἐν Ῥώμῃ. τοῦ δὲ παρακαλέσαντος αὐτοὺς λαβεῖν ἐφόδια, ἐπιστρέψας καὶ λαβὼν φοίνικας ὀλίγους ἐξῆλθεν εὐθέως.

VI . Καὶ λαβόντες οἱ στρατιῶται δημόσια ὀχήματα ἐν τάχει ὥδευον, μέσον αὐτὸν καθίσαντες. ἐλθόντων οὖν αὐτῶν εἰς τὴν πρώτην ἀλλαγήν, ὥρας ἀρίστου οὔσης, ἐδέοντο αὐτοῦ εὐψυχεῖν καὶ λαβόντα ἄρτον σὺν αὐτοῖς ἐσθίειν. ὁ δὲ Ἰωάννης ἔφη· Τῇ μὲν ψυχῇ χαίρω, τροφῆς δὲ τέως οὐ βούλομαι λαβεῖν. Οἳ δὲ ἐλαύνοντες ἐφέροντο ταχέως. ὀψίας δὲ γενομένης καταχθέντες εἴς τι πανδοχεῖον, καὶ τῆς ὥρας οὔσης λοιπὸν δείπνου, ὄντες φιλοφρονέστατοι ὁ ἑκατόνταρχος καὶ οἱ στρατιῶται παρεκάλουν τὸν Ἰωάννην χρήσασθαι τοῖς παρακειμένοις. ὃ δὲ ἔφη κεκοπῶσθαι καὶ δεῖσθαι ὑπὲρ πᾶσαν τροφὴν τοῦ ὕπνου. καὶ τοῦτο ἑκάστης ἡμέρας αὐτοῦ ποιοῦντος ἐξεπλήσσοντο πάντες οἱ στρατιῶται καὶ ἐδειλίων μὴ ὁ Ἰωάννης ἀποθανὼν κινδύνῳ αὐτοὺς περιβάλῃ· τὸ δὲ ἅγιον πνεῦμα φαιδρότερον αὐτὸν ἐδείκνυ αὐτοῖς. καὶ τῇ ἑβδόμῃ ἡμέρᾳ κυριακῆς οὔσης ἔφη αὐτοῖς· Νῦν καιρὸς τοῦ κἀμὲ χρήσασθαι τροφῆς. Νιψάμενός τε τὰς χεῖρας καὶ τὸ πρόσωπον προσευξάμενος προεκόμιζεν τὸ λέντιον καὶ λαβὼν ἕνα τῶν φοινίκων ἤσθιεν πάντων ὁρώντων.

VII . Πολλοῦ οὖν χρόνου διιππεύσαντος ἔφθασαν τὴν ὁδόν, τοῦ Ἰωάννου οὕτως νηστεύοντος. προσαγαγόντες δὲ αὐτὸν τῷ βασιλεῖ εἶπον· Σεβαστὲ βασιλεῦ, Ἰωάννην σοι προσάγομεν, θεὸν οὐκ ἄνθρωπον· ἐξ ἧς γὰρ αὐτὸν συνελάβομεν ἄχρι τῆς ἄρτι ὥρας ἄρτου οὐκ ἐγεύσατο. Πρὸς τούτοις ἐκπλαγεὶς ὁ Δομετιανὸς ἐξέτεινεν τὸ στόμα, διὰ τὸ παράδοξον φιλήματι αὐτὸν προσαγορεῦσαι θελήσας· τοῦ δὲ Ἰωάννου ἀποκλίναντος τὴν κεφαλὴν κατεφίλησεν αὐτοῦ τὸ στῆθος. καὶ εἶπεν ὁ Δομετιανός· Τί τοῦτο ἐποίησας; οὐκ ἠξίωσάς με φιλῆσαί σε; Καὶ ὁ Ἰωάννης πρὸς αὐτὸν εἶπεν· Δίκαιον τὴν χεῖρα τοῦ θεοῦ ἐν πρώτοις προσκυνεῖν, καὶ οὕτως τὸ στόμα τοῦ βασιλέως καταφιλεῖν· γέγραπται γὰρ ἐν ταῖς ἱεραῖς βίβλοις· Καρδία βασιλέως ἐν χειρὶ θεοῦ.

VIII . Καὶ ὁ βασιλεὺς εἶπεν αὐτῷ· Σὺ εἶ Ἰωάννης ὁ τὴν βασιλείαν μου λέγων ἐν τάχει ἐκριζωθήσεσθαι καὶ μέλλειν ἕτερον βασιλεύειν ἀντ' ἐμοῦ, Ἰησοῦν; Ἀποκριθεὶς δὲ ὁ Ἰωάννης εἶπεν αὐτῷ· Σὺ καὶ βασιλεύσῃ πολλοῖς χρόνοις τοῖς ὑπὸ θεοῦ σοι δεδομένοις, καὶ μετὰ σὲ ἕτεροι πλεῖστοι· πληρωθέντων δὲ τῶν ἐπὶ γῆς χρόνων ἐξ οὐρανοῦ ἐλεύσεται βασιλεὺς αἰώνιος, ἀληθής, κριτὴς ζώντων καὶ νεκρῶν, ᾧ πᾶν ἔθνος καὶ φυλαὶ ἐξομολογήσεται, δι' ὃν πᾶσα ἐξουσία καὶ ἀρχὴ ἐπίγειος καταργηθήσεται καὶ πᾶν στόμα λαλοῦν μεγάλα φραγήσεται. οὗτος δέ ἐστιν ὁ κύριος ὁ δυνατὸς καὶ βασιλεὺς πάσης πνοῆς καὶ σαρκός, ὁ λόγος καὶ υἱὸς τοῦ θεοῦ τοῦ ζῶντος, ὅς ἐστιν Ἰησοῦς Χριστός.

IX . Πρὸς ταῦτα ἔφη αὐτῷ ὁ Δομετιανός· Τίς τούτων ἀπόδειξις; ῥήμασιν μόνοις οὐ πείθομαι· ὄψις ἀδήλων τὰ φθεγγόμενα. τί δύνῃ δεῖξαι ἐπίγειον ἢ ἐπουράνιον ἐν τῇ δυνάμει ἐκείνου τοῦ μέλλοντος βασιλεύειν καθὼς καὶ λέγεις; ποιήσει γάρ, εἴπερ ἐστὶν υἱὸς θεοῦ. Εὐθέως δὲ ὁ Ἰωάννης ᾔτησεν φάρμακον θανάσιμον. κελεύσαντος δὲ τοῦ βασιλέως δοθῆναι φάρμακον αὐθωρὸν προσεκόμισαν. λαβὼν οὖν ὁ Ἰωάννης καὶ βαλὼν ἐν κύλικι μεγάλῳ πληρώσας ὕδατος συνεκέρασεν, καὶ ἀναβοήσας φωνῇ μεγάλῃ εἶπεν· Ἐν τῷ ὀνόματί σου Ἰησοῦ Χριστὲ υἱὲ τοῦ θεοῦ πίνω τὸ ποτήριον ὃ σὺ γλυκανεῖς, καὶ τὸ ἐν αὐτῷ φάρμακον τῷ ἁγίῳ σου πνεύματι συγκέρασον καὶ ποίησον αὐτὸ πόμα ζωῆς καὶ σωτηρίας γενέσθαι εἰς ἴασιν ψυχῆς καὶ σώματος, εἰς πέψιν, εἰς ἀβλαβῆ διοίκησιν, εἰς πίστιν ἀμετανόητον, εἰς ἀνεξάρνητον μαρτύριον τοῦ θανάτου ὡς ποτήριον εὐχαριστίας.

X . Ἐκπιόντος οὖν αὐτοῦ τὸν κύλικα περιέμενον οἱ παρεστῶτες τῷ Δομετιανῷ πότε μέλλει σπασθεὶς καταπίπτειν ἐπὶ τῆς γῆς. τοῦ δὲ Ἰωάννου ἱλαροῦ ἑστῶτος καὶ σῴου προσομιλοῦντος ὠργίσθη ὁ Δομετιανὸς πρὸς τοὺς δόντας τὸ φάρμακον ὡς φεισαμένων τοῦ Ἰωάννου· οἳ δὲ ἐπομοσάμενοι τὴν τύχην καὶ σωτηρίαν τοῦ βασιλέως ἔλεγον ἄλλο μὴ εἶναι δυνατώτερον τούτου τοῦ φαρμάκου. συνεὶς δὲ ὁ Ἰωάννης τί πρὸς ἀλλήλους ψιθυρίζουσιν ἔφη πρὸς τὸν βασιλέα· Μὴ χαλέπαινε βασιλεῦ, ἀλλὰ ὃ λέγω κέλευσον γενέσθαι, καὶ μαθήσῃ τὴν δύναμιν τοῦ φαρμάκου· κατάκριτόν τινα ἐκ τῆς εἱρκτῆς ποίησον ἀχθῆναι. Οὗ παραγενομένου ὁ Ἰωάννης ἐπιβαλὼν ὕδωρ τῷ ποτηρίῳ καὶ περικλύσας μετὰ πάσης τῆς ὑποστάθμης ἐπέδωκεν τῷ κατακρίτῳ. ὃ δὲ λαβὼν καὶ πιὼν παραχρῆμα ἔπεσεν καὶ ἐτελεύτησεν.

XI . Θαυμασάντων δὲ πάντων ἐπὶ τοῖς γενομένοις σημείοις καὶ τοῦ Δομετιανοῦ τῷ φόβῳ συσχεθέντος καὶ ἀπερχομένου εἰς τὸ παλάτιον, ἔφη πρὸς αὐτὸν ὁ Ἰωάννης· Ῥωμαίων βασιλεῦ Δομετιανέ, τοῦτο ἠβουλήθης ἵνα σοῦ παρόντος καὶ μαρτυροῦντος ἐγὼ σήμερον φονεὺς γένωμαι; περὶ τοῦ κειμένου νεκροῦ τί μέλλει γενέσθαι; Ὃ δὲ ἐκέλευσεν ἀρθέντα αὐτὸν ῥιφῆναι. Ἰωάννης δὲ προσελθὼν τῷ πτώματι εἶπεν· Ὁ θεὸς ὁ τῶν οὐρανῶν ποιητής, ὁ κύριος καὶ δεσπότης ἀγγέλων δοξῶν κυριοτήτων, ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ τοῦ παιδός σου τοῦ μονογενοῦς δὸς τούτῳ τῷ δι' ἀφορμῆς τεθνηκότι ζωῆς παλιγγενεσίαν καὶ ἀπόδος αὐτῷ τὴν ψυχήν, ἵνα μάθῃ Δομετιανὸς ὅτι ὁ λόγος τοῦ θεοῦ καὶ φαρμάκου πολὺ δυνατώτερος καὶ ζωῆς δεσπόζει. Λαβόμενος δὲ τῆς χειρὸς αὐτοῦ ἀνέστησεν αὐτὸν ζῶντα.

XII . Δοξαζόντων δὲ τὸν θεὸν πάντων καὶ θαυμαζόντων τὴν τοῦ Ἰωάννου πίστιν, ἔφη αὐτῷ ὁ Δομετιανός· Δόγμα τῆς συγκλήτου ἐξέθηκα πάντας τοὺς τοιούτους ἀναπολογήτους ἀπάγεσθαι· ἀλλ' ἐπειδὴ διὰ σοῦ εὑρίσκω αὐτοὺς ἀθῴους καὶ μᾶλλον ἐπωφελῆ εἶναι αὐτῶν τὴν θεοσέβειαν, ἐξορίζω σε εἰς νῆσον, ἵνα μὴ δόξω ἐγὼ αὐτὸς καταλύειν τὰ ἐμαυτοῦ δόγματα. Τὸν μὲν οὖν κατάκριτον ᾐτήσατο ἀπολυθῆναι, καὶ ἀπολυθέντος αὐτοῦ εἶπεν ὁ Ἰωάννης· Ὕπαγε, χάριν ἔχε τῷ θεῷ τῷ σήμερόν σε ἐκ φυλακῆς καὶ ἐκ θανάτου λυτρωσαμένῳ.

XIII . Ἑστώτων δὲ αὐτῶν θρεπτή τις Δομετιανοῦ τῶν πρὸς τῷ κοιτῶνι αἰφνιδίως ληφθεῖσα ὑπό του ἀκαθάρτου δαίμονος ἔκειτο νεκρά, καὶ ἀνηγγέλη τῷ βασιλεῖ. κινηθεὶς δὲ ὁ βασιλεὺς ἐδέετο τοῦ Ἰωάννου βοηθῆσαι αὐτῇ. ὁ δὲ Ἰωάννης εἶπεν· Οὐκ ἔστιν ἀνθρώπου τοῦτο παρασχεῖν· ἐπεὶ δὲ σὺ βασιλεύειν μὲν οἶδας, ὑπὸ τίνος δὲ ἔλαβες ἀγνοεῖς, μάθε τίς καὶ σοῦ καὶ τῆς βασιλείας σου ἐξουσίαν ἔχει. Καὶ ηὔξατο οὕτως· Κύριε ὁ θεὸς πάσης βασιλείας καὶ δέσποτα πάσης κτίσεως, δὸς τῇ κόρῃ ταύτῃ πνοὴν ζωῆς. Καὶ εὐξάμενος ἀνέστησεν αὐτήν. ἐκπλαγεὶς δὲ ἐπὶ πᾶσι τοῖς θαυμασίοις ὁ Δομετιανὸς ἀπέλυσεν αὐτὸν εἰς νῆσον, ὁρίσας αὐτὸν τακτὸν χρόνον.

XIV . Εὐθέως δὲ ἀπέπλευσεν ὁ Ἰωάννης εἰς Πάτμον, ὅπλου καὶ ἠξιώθη τὴν τῆς συντελείας ἰδεῖν ἀποκάλυψιν. τελευτήσαντος δὲ τοῦ Δομετιανοῦ παρέλαβεν τὴν βασιλείαν Νέρβας, ὃς πάντας τοὺς ἐξορισθέντας ἀνεκαλέσατο· ἐνιαυτὸν δὲ κατασχὼν τὴν βασιλείαν, διάδοχον τῆς βασιλείας Τραϊανὸν ἐποιήσατο. οὗ βασιλεύοντος Ῥωμαίων ἐπανελθὼν εἰς τὴν Ἔφεσον ὁ Ἰωάννης ἐκράτυνεν πᾶν τὸ τῆς ἐκκλησίας διδασκαλεῖον, πολλά τε προσομιλῶν καὶ ἀπομνημονεύων ὅσα ὁ κύριος αὐτοῖς ἔλεγεν καὶ τίνα ἑκάστῳ διηγεῖτο. γενόμενος δὲ γηραλέος καὶ μεταλλάσσων ἐπισκοπεύειν τῇ ἐκκλησίᾳ τῷ Πολυκάρπῳ ἐνεκελεύσατο.

XVIII . Ὁ δὲ Ἰωάννης ἠπείγετο εἰς τὴν Ἔφεσον ὑπὸ ὁράματος κεκινημένος· ὁ οὖν Δαιμόνικος καὶ ὁ συγγενὴς αὐτοῦ Ἀριστόδημος καί τις πάνυ πλούσιος Κλεόβιος καὶ ἡ γυνὴ τοῦ Μαρκέλλου ἐπέσχον αὐτὸν μόλις μιᾶς ἡμέρας ἐν τῇ Μιλήτῳ συναναπαυόμενοι αὐτῷ. ὡς δὲ ὑπὸ βαθὺν ὄρθρον ἐξῄεσαν καὶ ἤδη τῆς ὁδοῦ ἤνυστο ὡσεὶ μίλια τέσσαρα, φωνὴ ἠνέχθη ἀπὸ οὐρανοῦ πάντων ἡμῶν ἀκουόντων λέγουσα· Ἰωάννη, μέλλεις ἐν Ἐφέσῳ δόξαν τῷ κυρίῳ σου διδόναι ἣν εἴσῃ, σὺ καὶ πάντες οἱ σύν σοι ἀδελφοὶ καί τινες τῶν ἐκεῖ μελλόντων διὰ σοῦ πιστεύειν. Ἐνενόει οὖν ὁ Ἰωάννης ἐν ἑαυτῷ ἀγαλλιώμενος τί ἄρα ἦν τὸ μέλλον ἐν Ἐφέσῳ ἀπαντᾶν, λέγων· Κύριε ἰδοὺ κατὰ τὸ θέλημά σου βαδίζω· γενέσθαι ὃ βούλει.

XIX . Καὶ ἐγγιζόντων ἡμῶν τῇ πόλει ὁ στρατηγὸς Ἐφεσίων Λυκομήδης, ἄνθρωπος τῶν δαιμόνων, ἀπήντησεν ἡμῖν, καὶ προσπεσὼν τοῖς ποσὶν Ἰωάννου παρεκάλει λέγων· Ἰωάννης ἐστί σοι ὄνομα; ἔπεμψέ σε ὁ θεὸς ὃν κηρύσσεις ἐπ' εὐεργεσίᾳ τῆς ἐμῆς γυναικός, παραπλήγου γεγονότος ἤδη ἡμέρας ἑπτὰ καὶ ἀθεραπεύτου κειμένης. ἀλλὰ δόξασόν σου τὸν θεὸν ἰασάμενος αὐτὴν σπλαγχνισθεὶς ἐφ' ἡμᾶς. παραστὰς γάρ τις ἤδη σκεπτομένῳ ἐμαυτὸν λογισμὸν δοῦναι τοῦτον ἔφη· Λυκόμηδε, παῦσαι τῆς κατὰ σοῦ στρατευομένης ἐννοίας χαλεπῆς οὔσης· μὴ ὑποβάλῃς σεαυτὸν ταύτην· ἐγὼ γὰρ σπλαγχνισθεὶς ἐπὶ τὴν ἐμὴν δούλην Κλεοπάτραν ἔπεμψα ἐκ Μιλήτου ἄνδρα ὀνόματι Ἰωάννην ὅστις αὐτὴν ἀναστήσας ἀποδώσει σοι σῴαν. Μὴ βράδυνε οὖν δοῦλε τοῦ φανερώσαντός μοι θεοῦ σαυτόν, ἀλλὰ σπεῦσον ἐπὶ τὴν πνοὴν μόνην ἔχουσαν γυναῖκα. Καὶ εὐθέως ὁ Ἰωάννης ἀπῄει ἀπὸ τῆς πύλης ἅμα τοῖς σὺν αὐτῷ ἀδελφοῖς καὶ Λυκομήδης εἰς τὸν οἶκον αὐτοῦ. ὁ δὲ Κλεόβιος ἔφη τοῖς αὐτοῦ νεανίσκοις· Ἀπέλθατε πρὸς τὸν συγγενῆ μου Κάλλιππον καὶ ξενίαν ἀρετὴν λάβετε παρ' αὐτοῦ – ἔχων γὰρ τὸν υἱὸν αὐτοῦ παραγίνομαι ἐκεῖ – ὅπως εὐπρεπῆ τὰ πάντα εὕρωμεν.

XX . Γενόμενος δὲ ὁ Λυκομήδης σὺν τῷ Ἰωάννῃ ἐν τῇ οἰκίᾳ ἐν ᾗ ἡ γυνὴ ἔκειτο πάλιν αὐτοῦ τῶν ποδῶν ἥπτετο λέγων· Ἴδε κύριε τὸ μαρανθὲν κάλλος, ἴδε τὴν νεότητα, ἴδε τὸ διαβόητον ἄνθος τῆς ταλαιπώρου μου γυναικὸς ἐφ' ᾧ ὅλη ἡ Ἔφεσος ἐξεστήκει· ἐφθονήθην ὁ τάλας, ἐταπεινώθην, ὀφθαλμὸς ἐχθρῶν ἔπληξέ με· οὐδέποτε ἠδίκησα οὐδένα, καίτοι πολλοὺς δυνάμενος βλάψαι, τοῦτο αὐτὸ προορώμενος, μή τι κακὸν ἤ τινα τύχη ταύτην ἴδοιμι φυλασσόμενος. τί οὖν ὄφελος γέγονε Κλεοπάτρα εὐλαβούμενόν με; τί οὖν ὤνησα εὐσεβὴς χρηματίσας ἕως σήμερον; δυσσεβοῦς χείρονα πάσχω ὅτι σὲ τοιαύτην Κλεοπάτραν ὁρῶ κειμένην. οὐκ ὄψεταί με ἥλιος περιπολῶν σοῦ μηκέτι προσομιλοῦντος. φθάσω σε Κλε