False prophets.

Matthew 24.23-25 = Mark 13.21-23.

Current mode: View.

Notes and quotes.

§ Justin Martyr, Dialogue with Trypho 82.1-2:

Παρα γαρ ημιν και μεχρι νυν προφητικα χαρισματα εστιν, εξ ου και αυτοι συνιεναι οφειλετε οτι τα παλαι εν τω γενει υμων οντα εις ημας μετετεθη. ονπερ δε τροπον και ψευδοπροφηται επι των παρ υμιν γενομενων αγιων προφητων ησαν, και παρ ημιν νυν πολλοι εισι και ψευδοδιδασκαλοι, ους φυλασσεσθαι προειπεν ημιν ο ημετερος κυριος, ως εν μηδενι υστερεισθαι ημας, επισταμενους οτι προγνωστης ην των μετα την αναστασιν αυτου την απο των νεκρων και ανοδον την εις ουρανον μελλοντων γινεσθαι ημιν.

For even until now the prophetic gifts are with us, from which you yourselves ought also to understand that the things that were formerly among your race have been transferred to us. And, in the same way as there were even false prophets at the same time as your holy prophets, even with us now there are also many false teachers, of whom our Lord foretold us to be on guard, as in nothing are we deficient, since we know that he foreknew the things that were about to happen to us after his resurrection from the dead and proceeding to heaven.

Ειπε γαρ οτι φονευεσθαι και μισεισθαι δια το ονομα αυτου μελλομεν, και οτι ψευδοπροφηται και ψευδοχριστοι πολλοι επι τω ονοματι αυτου παρελευσονται και πολλους πλανησουσιν· οπερ και εστι.

For he said we would be murdered and hated on account of his name, and that many false prophets and false Christs would come along in his name and deceive many, which has happened.