Epistle 1 of Paul to the Corinthians.

Chapters 9-12.


Chapter 9.

  1. Ουκ ειμι ελευθερος; ουκ ειμι αποστολος; ουχι Ιησουν τον κυριον ημων εορακα; ου το εργον μου υμεις εστε εν κυριω;
  2. ει αλλοις ουκ ειμι αποστολος, αλλα γε υμιν ειμι· η γαρ σφραγις μου της αποστολης υμεις εστε εν κυριω.
  3. Η εμη απολογια τοις εμε ανακρινουσιν εστιν αυτη.
  4. μη ουκ εχομεν εξουσιαν φαγειν και πειν;
  5. μη ουκ εχομεν εξουσιαν αδελφην γυναικα περιαγειν, ως και οι λοιποι αποστολοι και οι αδελφοι του κυριου και Κηφας;
  6. η μονος εγω και Βαρναβας ουκ εχομεν εξουσιαν μη εργαζεσθαι;
  7. τις στρατευεται ιδιοις οψωνιοις ποτε; τις φυτευει αμπελωνα και τον καρπον αυτου ουκ εσθιει; η τις ποιμαινει ποιμνην και εκ του γαλακτος της ποιμνης ουκ εσθιει;
  8. Μη κατα ανθρωπον ταυτα λαλω, η και ο νομος ταυτα ου λεγει;
  9. εν γαρ τω Μωυσεως νομω γεγραπται, Ου κημωσεις βουν αλοωντα. μη των βοων μελει τω θεω;
  10. η δι ημας παντως λεγει; δι ημας γαρ εγραφη, οτι οφειλει επ ελπιδι ο αροτριων αροτριαν, και ο αλοων επ ελπιδι του μετεχειν.
  11. ει ημεις υμιν τα πνευματικα εσπειραμεν, μεγα ει ημεις υμων τα σαρκικα θερισομεν;
  12. ει αλλοι της υμων εξουσιας μετεχουσιν, ου μαλλον ημεις; Αλλ ουκ εχρησαμεθα τη εξουσια ταυτη, αλλα παντα στεγομεν ινα μη τινα εγκοπην δωμεν τω ευαγγελιω του Χριστου.
  13. ουκ οιδατε οτι οι τα ιερα εργαζομενοι [τα] εκ του ιερου εσθιουσιν, οι τω θυσιαστηριω παρεδρευοντες τω θυσιαστηριω συμμεριζονται;
  14. ουτως και ο κυριος διεταξεν τοις το ευαγγελιον καταγγελλουσιν εκ του ευαγγελιου ζην.
  15. εγω δε ου κεχρημαι ουδενι τουτων. ουκ εγραψα δε ταυτα ινα ουτως γενηται εν εμοι, καλον γαρ μοι μαλλον αποθανειν η το καυχημα μου ουδεις κενωσει.
  16. εαν γαρ ευαγγελιζωμαι, ουκ εστιν μοι καυχημα· αναγκη γαρ μοι επικειται· ουαι γαρ μοι εστιν εαν μη ευαγγελισωμαι.
  17. ει γαρ εκων τουτο πρασσω, μισθον εχω· ει δε ακων, οικονομιαν πεπιστευμαι.
  18. τις ουν μου εστιν ο μισθος; ινα ευαγγελιζομενος αδαπανον θησω το ευαγγελιον, εις το μη καταχρησασθαι τη εξουσια μου εν τω ευαγγελιω.
  19. Ελευθερος γαρ ων εκ παντων πασιν εμαυτον εδουλωσα, ινα τους πλειονας κερδησω·
  20. και εγενομην τοις Ιουδαιοις ως Ιουδαιος, ινα Ιουδαιους κερδησω· τοις υπο νομον ως υπο νομον, μη ων αυτος υπο νομον, ινα τους υπο νομον κερδησω·
  21. τοις ανομοις ως ανομος, μη ων ανομος θεου αλλ εννομος Χριστου, ινα κερδανω τους ανομους·
  22. εγενομην τοις ασθενεσιν ασθενης, ινα τους ασθενεις κερδησω· τοις πασιν γεγονα παντα, ινα παντως τινας σωσω.
  23. παντα δε ποιω δια το ευαγγελιον, ινα συγκοινωνος αυτου γενωμαι.
  24. Ουκ οιδατε οτι οι εν σταδιω τρεχοντες παντες μεν τρεχουσιν, εις δε λαμβανει το βραβειον; ουτως τρεχετε ινα καταλαβητε.
  25. πας δε ο αγωνιζομενος παντα εγκρατευεται, εκεινοι μεν ουν ινα φθαρτον στεφανον λαβωσιν, ημεις δε αφθαρτον.
  26. εγω τοινυν ουτως τρεχω ως ουκ αδηλως, ουτως πυκτευω ως ουκ αερα δερων·
  27. αλλα υπωπιαζω μου το σωμα και δουλαγωγω, μη πως αλλοις κηρυξας αυτος αδοκιμος γενωμαι.

Chapter 10.

  1. Ου θελω γαρ υμας αγνοειν, αδελφοι, οτι οι πατερες ημων παντες υπο την νεφελην ησαν και παντες δια της θαλασσης διηλθον,
  2. και παντες εις τον Μωυσην εβαπτισθησαν εν τη νεφελη και εν τη θαλασση,
  3. και παντες το αυτο πνευματικον βρωμα εφαγον,
  4. και παντες το αυτο πνευματικον επιον πομα· επινον γαρ εκ πνευματικης ακολουθουσης πετρας· η πετρα δε ην ο Χριστος.
  5. αλλ ουκ εν τοις πλειοσιν αυτων ευδοκησεν ο θεος, κατεστρωθησαν γαρ εν τη ερημω.
  6. ταυτα δε τυποι ημων εγενηθησαν, εις το μη ειναι ημας επιθυμητας κακων, καθως κακεινοι επεθυμησαν.
  7. μηδε ειδωλολατραι γινεσθε, καθως τινες αυτων· ωσπερ γεγραπται, Εκαθισεν ο λαος φαγειν και πειν, και ανεστησαν παιζειν.
  8. μηδε πορνευωμεν, καθως τινες αυτων επορνευσαν, και επεσαν μια ημερα εικοσι τρεις χιλιαδες.
  9. μηδε εκπειραζωμεν τον Χριστον, καθως τινες αυτων επειρασαν, και υπο των οφεων απωλλυντο.
  10. μηδε γογγυζετε, καθαπερ τινες αυτων εγογγυσαν, και απωλοντο υπο του ολοθρευτου.
  11. ταυτα δε τυπικως συνεβαινεν εκεινοις, εγραφη δε προς νουθεσιαν ημων, εις ους τα τελη των αιωνων κατηντηκεν.
  12. ωστε ο δοκων εσταναι βλεπετω μη πεση.
  13. πειρασμος υμας ουκ ειληφεν ει μη ανθρωπινος· πιστος δε ο θεος, ος ουκ εασει υμας πειρασθηναι υπερ ο δυνασθε, αλλα ποιησει συν τω πειρασμω και την εκβασιν του δυνασθαι υπενεγκειν.
  14. Διοπερ, αγαπητοι μου, φευγετε απο της ειδωλολατριας.
  15. ως φρονιμοις λεγω· κρινατε υμεις ο φημι.
  16. το ποτηριον της ευλογιας ο ευλογουμεν, ουχι κοινωνια εστιν του αιματος του Χριστου; τον αρτον ον κλωμεν, ουχι κοινωνια του σωματος του Χριστου εστιν;
  17. οτι εις αρτος, εν σωμα οι πολλοι εσμεν, οι γαρ παντες εκ του ενος αρτου μετεχομεν.
  18. βλεπετε τον Ισραηλ κατα σαρκα· ουχ οι εσθιοντες τας θυσιας κοινωνοι του θυσιαστηριου εισιν;
  19. τι ουν φημι; οτι ειδωλοθυτον τι εστιν; η οτι ειδωλον τι εστιν;
  20. αλλ οτι α θυουσιν, δαιμονιοις και ου θεω [θυουσιν], ου θελω δε υμας κοινωνους των δαιμονιων γινεσθαι.
  21. ου δυνασθε ποτηριον κυριου πινειν και ποτηριον δαιμονιων· ου δυνασθε τραπεζης κυριου μετεχειν και τραπεζης δαιμονιων.
  22. η παραζηλουμεν τον κυριον; μη ισχυροτεροι αυτου εσμεν;
  23. Παντα εξεστιν, αλλ ου παντα συμφερει. παντα εξεστιν, αλλ ου παντα οικοδομει.
  24. μηδεις το εαυτου ζητειτω αλλα το του ετερου.
  25. Παν το εν μακελλω πωλουμενον εσθιετε μηδεν ανακρινοντες δια την συνειδησιν,
  26. του κυριου γαρ η γη και το πληρωμα αυτης.
  27. ει τις καλει υμας των απιστων και θελετε πορευεσθαι, παν το παρατιθεμενον υμιν εσθιετε μηδεν ανακρινοντες δια την συνειδησιν.
  28. εαν δε τις υμιν ειπη, Τουτο ιεροθυτον εστιν, μη εσθιετε δι εκεινον τον μηνυσαντα και την συνειδησιν
  29. συνειδησιν δε λεγω ουχι την εαυτου αλλα την του ετερου. ινατι γαρ η ελευθερια μου κρινεται υπο αλλης συνειδησεως;
  30. ει εγω χαριτι μετεχω, τι βλασφημουμαι υπερ ου εγω ευχαριστω;
  31. ειτε ουν εσθιετε ειτε πινετε ειτε τι ποιειτε, παντα εις δοξαν θεου ποιειτε.
  32. απροσκοποι και Ιουδαιοις γινεσθε και Ελλησιν και τη εκκλησια του θεου,
  33. καθως καγω παντα πασιν αρεσκω, μη ζητων το εμαυτου συμφορον αλλα το των πολλων, ινα σωθωσιν.

Chapter 11.

  1. Μιμηται μου γινεσθε, καθως καγω Χριστου.
  2. Επαινω δε υμας οτι παντα μου μεμνησθε και καθως παρεδωκα υμιν τας παραδοσεις κατεχετε.
  3. θελω δε υμας ειδεναι οτι παντος ανδρος η κεφαλη ο Χριστος εστιν, κεφαλη δε γυναικος ο ανηρ, κεφαλη δε του Χριστου ο θεος.
  4. πας ανηρ προσευχομενος η προφητευων κατα κεφαλης εχων καταισχυνει την κεφαλην αυτου·
  5. πασα δε γυνη προσευχομενη η προφητευουσα ακατακαλυπτω τη κεφαλη καταισχυνει την κεφαλην αυτης· εν γαρ εστιν και το αυτο τη εξυρημενη.
  6. ει γαρ ου κατακαλυπτεται γυνη, και κειρασθω· ει δε αισχρον γυναικι το κειρασθαι η ξυρασθαι, κατακαλυπτεσθω.
  7. ανηρ μεν γαρ ουκ οφειλει κατακαλυπτεσθαι την κεφαλην, εικων και δοξα θεου υπαρχων· η γυνη δε δοξα ανδρος εστιν.
  8. ου γαρ εστιν ανηρ εκ γυναικος, αλλα γυνη εξ ανδρος·
  9. και γαρ ουκ εκτισθη ανηρ δια την γυναικα, αλλα γυνη δια τον ανδρα.
  10. δια τουτο οφειλει η γυνη εξουσιαν εχειν επι της κεφαλης δια τους αγγελους.
  11. πλην ουτε γυνη χωρις ανδρος ουτε ανηρ χωρις γυναικος εν κυριω·
  12. ωσπερ γαρ η γυνη εκ του ανδρος, ουτως και ο ανηρ δια της γυναικος· τα δε παντα εκ του θεου.
  13. εν υμιν αυτοις κρινατε· πρεπον εστιν γυναικα ακατακαλυπτον τω θεω προσευχεσθαι;
  14. ουδε η φυσις αυτη διδασκει υμας οτι ανηρ μεν εαν κομα ατιμια αυτω εστιν,
  15. γυνη δε εαν κομα δοξα αυτη εστιν; οτι η κομη αντι περιβολαιου δεδοται [αυτη].
  16. Ει δε τις δοκει φιλονεικος ειναι, ημεις τοιαυτην συνηθειαν ουκ εχομεν, ουδε αι εκκλησιαι του θεου.
  17. Τουτο δε παραγγελλων ουκ επαινω οτι ουκ εις το κρεισσον αλλα εις το ησσον συνερχεσθε.
  18. πρωτον μεν γαρ συνερχομενων υμων εν εκκλησια ακουω σχισματα εν υμιν υπαρχειν, και μερος τι πιστευω.
  19. δει γαρ και αιρεσεις εν υμιν ειναι, ινα [και] οι δοκιμοι φανεροι γενωνται εν υμιν.
  20. Συνερχομενων ουν υμων επι το αυτο ουκ εστιν κυριακον δειπνον φαγειν,
  21. εκαστος γαρ το ιδιον δειπνον προλαμβανει εν τω φαγειν, και ος μεν πεινα, ος δε μεθυει.
  22. μη γαρ οικιας ουκ εχετε εις το εσθιειν και πινειν; η της εκκλησιας του θεου καταφρονειτε, και καταισχυνετε τους μη εχοντας; τι ειπω υμιν; επαινεσω υμας; εν τουτω ουκ επαινω.
  23. Εγω γαρ παρελαβον απο του κυριου, ο και παρεδωκα υμιν, οτι ο κυριος Ιησους εν τη νυκτι η παρεδιδετο ελαβεν αρτον
  24. και ευχαριστησας εκλασεν και ειπεν, Τουτο μου εστιν το σωμα το υπερ υμων· τουτο ποιειτε εις την εμην αναμνησιν.
  25. ωσαυτως και το ποτηριον μετα το δειπνησαι, λεγων, Τουτο το ποτηριον η καινη διαθηκη εστιν εν τω εμω αιματι· τουτο ποιειτε, οσακις εαν πινητε, εις την εμην αναμνησιν.
  26. οσακις γαρ εαν εσθιητε τον αρτον τουτον και το ποτηριον πινητε, τον θανατον του κυριου καταγγελλετε, αχρις ου ελθη.
  27. Ωστε ος αν εσθιη τον αρτον η πινη το ποτηριον του κυριου αναξιως, ενοχος εσται του σωματος και του αιματος του κυριου.
  28. δοκιμαζετω δε ανθρωπος εαυτον, και ουτως εκ του αρτου εσθιετω και εκ του ποτηριου πινετω·
  29. ο γαρ εσθιων και πινων κριμα εαυτω εσθιει και πινει μη διακρινων το σωμα.
  30. δια τουτο εν υμιν πολλοι ασθενεις και αρρωστοι και κοιμωνται ικανοι.
  31. ει δε εαυτους διεκρινομεν, ουκ αν εκρινομεθα·
  32. κρινομενοι δε υπο [του] κυριου παιδευομεθα, ινα μη συν τω κοσμω κατακριθωμεν.
  33. ωστε, αδελφοι μου, συνερχομενοι εις το φαγειν αλληλους εκδεχεσθε.
  34. ει τις πεινα, εν οικω εσθιετω, ινα μη εις κριμα συνερχησθε. Τα δε λοιπα ως αν ελθω διαταξομαι.

Chapter 12.

  1. Περι δε των πνευματικων, αδελφοι, ου θελω υμας αγνοειν.
  2. Οιδατε οτι οτε εθνη ητε προς τα ειδωλα τα αφωνα ως αν ηγεσθε απαγομενοι.
  3. διο γνωριζω υμιν οτι ουδεις εν πνευματι θεου λαλων λεγει, Αναθεμα Ιησους, και ουδεις δυναται ειπειν, Κυριος Ιησους, ει μη εν πνευματι αγιω.
  4. Διαιρεσεις δε χαρισματων εισιν, το δε αυτο πνευμα·
  5. και διαιρεσεις διακονιων εισιν, και ο αυτος κυριος·
  6. και διαιρεσεις ενεργηματων εισιν, ο δε αυτος θεος, ο ενεργων τα παντα εν πασιν.
  7. εκαστω δε διδοται η φανερωσις του πνευματος προς το συμφερον.
  8. ω μεν γαρ δια του πνευματος διδοται λογος σοφιας, αλλω δε λογος γνωσεως κατα το αυτο πνευμα,
  9. ετερω πιστις εν τω αυτω πνευματι, αλλω δε χαρισματα ιαματων εν τω ενι πνευματι,
  10. αλλω δε ενεργηματα δυναμεων, αλλω [δε] προφητεια, αλλω [δε] διακρισεις πνευματων, ετερω γενη γλωσσων, αλλω δε ερμηνεια γλωσσων·
  11. παντα δε ταυτα ενεργει το εν και το αυτο πνευμα, διαιρουν ιδια εκαστω καθως βουλεται.
  12. Καθαπερ γαρ το σωμα εν εστιν και μελη πολλα εχει, παντα δε τα μελη του σωματος πολλα οντα εν εστιν σωμα, ουτως και ο Χριστος·
  13. και γαρ εν ενι πνευματι ημεις παντες εις εν σωμα εβαπτισθημεν, ειτε Ιουδαιοι ειτε Ελληνες, ειτε δουλοι ειτε ελευθεροι, και παντες εν πνευμα εποτισθημεν.
  14. και γαρ το σωμα ουκ εστιν εν μελος αλλα πολλα.
  15. εαν ειπη ο πους, Οτι ουκ ειμι χειρ, ουκ ειμι εκ του σωματος, ου παρα τουτο ουκ εστιν εκ του σωματος·
  16. και εαν ειπη το ους, Οτι ουκ ειμι οφθαλμος, ουκ ειμι εκ του σωματος, ου παρα τουτο ουκ εστιν εκ του σωματος·
  17. ει ολον το σωμα οφθαλμος, που η ακοη; ει ολον ακοη, που η οσφρησις;
  18. νυνι δε ο θεος εθετο τα μελη, εν εκαστον αυτων, εν τω σωματι καθως ηθελησεν.
  19. ει δε ην τα παντα εν μελος, που το σωμα;
  20. νυν δε πολλα μεν μελη, εν δε σωμα.
  21. ου δυναται δε ο οφθαλμος ειπειν τη χειρι, Χρειαν σου ουκ εχω, η παλιν η κεφαλη τοις ποσιν, Χρειαν υμων ουκ εχω·
  22. αλλα πολλω μαλλον τα δοκουντα μελη του σωματος ασθενεστερα υπαρχειν αναγκαια εστιν,
  23. και α δοκουμεν ατιμοτερα ειναι του σωματος, τουτοις τιμην περισσοτεραν περιτιθεμεν, και τα ασχημονα ημων ευσχημοσυνην περισσοτεραν εχει,
  24. τα δε ευσχημονα ημων ου χρειαν εχει. αλλα ο θεος συνεκερασεν το σωμα, τω υστερουμενω περισσοτεραν δους τιμην,
  25. ινα μη η σχισμα εν τω σωματι, αλλα το αυτο υπερ αλληλων μεριμνωσιν τα μελη.
  26. και ειτε πασχει εν μελος, συμπασχει παντα τα μελη· ειτε δοξαζεται [εν] μελος, συγχαιρει παντα τα μελη.
  27. Υμεις δε εστε σωμα Χριστου και μελη εκ μερους.
  28. και ους μεν εθετο ο θεος εν τη εκκλησια πρωτον αποστολους, δευτερον προφητας, τριτον διδασκαλους, επειτα δυναμεις, επειτα χαρισματα ιαματων, αντιλημψεις, κυβερνησεις, γενη γλωσσων.
  29. μη παντες αποστολοι; μη παντες προφηται; μη παντες διδασκαλοι; μη παντες δυναμεις;
  30. μη παντες χαρισματα εχουσιν ιαματων; μη παντες γλωσσαις λαλουσιν; μη παντες διερμηνευουσιν;
  31. ζηλουτε δε τα χαρισματα τα μειζονα. Και ετι καθ υπερβολην οδον υμιν δεικνυμι.