Book 1 of Enoch.

Chapters 17-32 (from codex Panopolitanus).


Chapter 17.

  1. Και παραλαβοντες με εις τινα τοπον απηγαγον, εν ω οι οντες εκει γινονται ως πυρ φλεγον και, οταν θελωσιν, φαινονται ωσει ανθρωποι.
  2. και απηγαγον με εις ζοφωδη τοπον και εις ορος ου η κεφαλη αφικνειτο εις τον ουρανον.
  3. και ιδον τοπον των φωστηρον και τους θησαυρος των αστερων και των βροντων, και εις τα αεροβαθη, οπου τοξον πυρος και τα βελη και αι θηκαι αυτων και αι αστραπαι πασαι.
  4. Και απηγαγον με μεχρι υδατων ζωντων και μεχρι πυρος δυσεως, ο εστιν και παρεχον πασας τας δυσεις του ηλιου.
  5. και ηλθομεν μεχρι ποταμου πυρος, εν ω κατατρεχει το πυρ ως υδωρ και ρεει εις θαλασσαν μεγαλην δυσεως.
  6. ιδον τους μεγαλους ποταμους, και μεχρι του μεγαλου ποταμου και μεχρι του μεγαλου σκοτους κατηντησα, και απηλθον οπου πασα σαρξ ου περιπατει.
  7. ιδον τους ανεμους των γνοφων τους χειμερινους και την εκχυσιν παντων υδατων.
  8. ιδον το στομα της γης παντων των ποταμων και το στομα της αβυσσον.

Chapter 18.

  1. ιδον τους θησαυρους των ανεμων παντων, ιδον οτι εν αυτοις εκοσμησεν πασας τας κτισεις και τον θεμελιον της γης
  2. και τον λιθον ιδον της γωνιας της γης. ιδον τους τεσσαρας ανεμους την γην βασταζοντας, και το στερεωμα του ουρανου,
  3. και αυτοι ιστασιν μεταξυ γης και ουρανου.
  4. ιδον ανεμος των ουρανων στρεφοντας και διανευοντας τον τροχον τον ηλιου, και παντας τους αστερας.
  5. ιδον τους επι της γης ανεμους βασταζοντας εν νεφελη. ιδου παρα περατα της γης, το στηριγμα του ουρανου επανω.
  6. Παρηλθον και ιδον τοπον καιομενον νυκτος και ημερας, οπου τα επτα ορη απο λιθων πολυτελων, τρια εις ανατλος και τρια εις νοτον βαλλοντα.
  7. και τα μεν προς ανατολας απο λιθου χρωματος, το δε ην απο λιθου μαργαριτου, και το απο λιθου ταθεν, τα δε κατα νοτον απο λιθου πυρρου.
  8. το δε μεσον αυτων ην εις ουρανον, ωσπερ θρονος θεου απο λιθου φουκα, και η κορυφη του θρονου απο λιθου σαπφειρου.
  9. και πυρ καιομενον ιδον. καπεκεινα των ορεων τουτων.
  10. τοπος εστιν περας της μεγαλης γης εκει συντερλεσθησονται οι ουρανοι.
  11. και ιδον χασμα μεγα εν τοις στυλοις του πυρος καταβαινοντας και ουκ ην μετρον ουτε εις βαθος ουτε εις υψος.
  12. και επεκεινα του χασματος τουτου ιδον τοπον οπου ουδε στερεωμα ουρανου επανω, ουτε γη η τεθεμελιωμενη υποκατω αυτου ουτε υδωρ ην υπο αυτω ουτε πετεινον, αλλα τοπος εν ερημος και φοβερος.
  13. εκει ιδον επτα αστερας ως ορη μεγαλα καιομενα, περι ων πυνθανομενω μοι.
  14. ειπεν ο αγγελος· Ουτος εστιν ο τοπος το τελος του ουρανου και γης δεσμωτηριον τουτο εγενετο τοις αστεροις και ταις δυναμεσιν του ουρανου.
  15. και οι αστερες οι κυλιομενοι εν τω πυρι, ουτοι εισιν οι παραβαντες προσταγμα Κυριου εν αρχη της ανατολης αυτων οτι τοπος εξω του ουρανου κενος εστιν, οτι ουκ εξηλθαν εν τοις καιροις αυτων.
  16. και οργισθη αυτοις και εδησεν αυτους μεχρι καιρου τελειωσεως αυτων αμαρτιας αυτων, ενιαυτων μυριων.

Chapter 19.

  1. Και ειπεν μοι Ουριηλ· Ενθαδε οι μιγεντες αγγελοι ταις γυναιξιν στησονται, και τα πνευματα αυτων πολυμορφα γενομενα λυμαινεται τους ανθρωπους και πλανησει αυτους επιθυειν τοις δαιμονιοις μεχρι της μεγαλης κρισεως, εν η κριθησονται εις αποτελειωσιν.
  2. και αι γυναικες αυτων των παραβαντων αγγελων εις σειρηνας γενησονται.
  3. καγω Ενωχ ιδον τα θεωρηματα μονος, τα περατα παντων, και ου μη ιδη ουδε εις ανθρωπων ως εγω ιδον.

Chapter 20.

  1. Αγγελοι των δυναμεων·
  2. Ουριηλ, ο εις των αγιων αγγελων ο επι του κοσμου και του ταρταρου.
  3. Ραφαηλ, ο εις των αγιων αγγελων ο επι των πνευματων των ανθρωπων.
  4. Ραγουηλ, ο εις των αγιων αγγελων ο εκδικων τον κοσμον των φωστηρων.
  5. Μιχαηλ, ο εις των αγιων αγγελων ο επι των του λαου αγαθων τεταγμενος και επι τω χαω.
  6. Σαριηλ, ο εις των αγιων αγγελων ο επι των πνευματων οιτινες επι τω πνευματι αμαρτανουσιν.
  7. Γαβριηλ, ο εις των αγιων αγγελων ο επι του παραδεισου και των δρακοντων και χερουβειν.
  8. Ρεμιηλ, ο εις των αγιων αγγελων ον εταξεν ο θεος επι των ανισταμενων. Ονοματα ζ αρχαγγελων.

Chapter 21.

  1. Και εφωδευσα εως της ακατασκευαστου.
  2. κακει εθεασαμην εργον φοβερον εωρακα ουτε ουρανου επανω, ουτε γην τεθεαμαι τεθεμελιωμενην, αλλα τοπον ακατασκευαστον και φοβερον.
  3. και εκει τεθεαμαι επτα των αστερων του ουρανου δεδεμενους και ερριμμενους εν αυτω, ομοιους ορεσιν μεγαλοις και εν πυρι καιομενους.
  4. τοτε ειπον· Δια ποιαν αιτιαν επεδεθησαν, και δια τι ωδε εριφησαν.
  5. τοτε ειπεν· μοι Ουριηλ, ο εις των αγγελων ος μετ εμου ην και αυτος ηγειτο αυτων, και ειπεν· Μοι Ενωχ, περι τινος ερωτας, η περι τινος την αληθειαν φιλοσπουδεις.
  6. ουτοι εισιν των αστερων του ουρανου οι παραβαντες την επιταγην του κυριου, και εδεθησαν ωδε μεχρι του πληρωσαι μυρια ετη, τον χρονον των αμαρτηματων αυτων.
  7. κακειθεν εφωδευσα εις αλλον τοπον τουτου φοβερωτερον, και τεθεαμαι εργα φοβερωτερα, πυρ μεγα εκει καιομενον και φλεγομενον, και διακοπην ειχεν ο τοπος εως της αβυσσου, πληρης στυλων πυρος μεγαλου καταφερομενων ουτε μετρον ουτε πλατος ηδυνηθην ιδειν ουδε εικασαι.
  8. τοτε ειπον· Ως φοβερος ο τοπος και ως δεινος τη ορασει.
  9. τοτε απεκριθη μοι ο εις των αγιων αγγελων ος μετ εμου ην, και ειπεν μοι Ενωχ, δια τι εφοβηθης ουτως και επτοηθης και απεκριθην Περι τουτου του φοβερου τοπου και περι της προσοψεως της δεινης.
  10. και ειπεν· Ουτος ο τοπος δεσμωτεριον αγγελων ωδε συνσχεθησονται μεχρι ενος εις τον αιωνα.

Chapter 22.

  1. Κακειθεν εφοδευσα εις αλλον τοπον, και εδειξεν μοι προς δυσμας αλλο ορας μεγα και υψηλον πετρας στερεας.
  2. και τεσσαρες τοποι εν αυτω κοιλοι, βαθος εχοντες και λιαν λειοι, τρεις αυτων σκοτεινοι και εις φωτεινος, και πηγη υδατος ανα μεσον αυτου. και ειπον Πως λεια τα κοιλωματα ταυτα και ολοβαθη και σκοτεινα τη ορασει.
  3. τοτε απεκριθη Ραφαηλ, ο εις των αγιων αγγελων ος μετ εμου ην, και ειπεν μοι Ουτοι οι τοποι οι κοιλοι, ινα επισυναγωνται εις αυτους τα πνευματα των ψυχων των νεκρων, εις αυτο τουτο εκριθησαν, ωδε επισυναγεσθαι πασας τας ψυχας των ανθρωπων.
  4. και ουτοι οι τοποι εις επισυνσχεσιν αυτων εποιηθησαν μεχρι της ημερας της κρισεως αυτων και μεχρι διορισμου και διορισμενου χρονον εν ω η κρισις η μεγαλη εσται εν αυτος.
  5. Τεθεαμαι ανθρωπους νεκρους εντυγχανοντος, και η φωνη αυτου μεχρι του ουρανου προεβαινεν και ενετυγχανεν.
  6. και ηρωτησα Ραφαηλ τον αγγελον ος μετ εμου ην, και ειπα αυτω Τουτο το πνευμα το εντυγχανον τινος εστιν, ου ουτως η φωνη αυτου προβαινει και εντυγχανει εως του ουρανου.
  7. και απεκριθη μοι λεγων Τουτο το πνευμα εστιν το εξελθον απο Αβελ ον εφονευσεν Καειν ο αδελφος, και Αβελ εντυγχανει περι αυτου μεχρι του απολεσαι το σπερμα αυτου απο προσωπου της γης , και απο του σπερματος των ανθρωπων αφανισθη το σπερμα αυτου.
  8. Τοτε ηρωτησα περι των κοιλωματων παντων, δια τι εχωρισθησαν εν απο του ενος.
  9. και απεκριθη μοι λεγων Ουτοι οι τρις εποιηθησαν χωριζεσθαι τα πνευματα των νεκρων και ουτως εχωρισθη εις τα πνευματα των δικαιων, ου η πηγη του υδατος εν αυτω φωτινη.
  10. και ουτως εκτισθη τοις αμαρτωλοις, οταν αποθανωσιν και ταφωσιν εις την γην, και κρισις ουκ εγενηθη επ αυτων εν τη ζωη αυτων.
  11. ωδε χωριζεται τα πνευματα αυτων εις την μεγαλην βασανον ταυτην, μεχρι της μεγαλης ημερας της κρισεως, των μαστιγων και των βασανων των κατηραμενων μεχρι αιωνος ιν ανταποδοσις των πνευματων εκει δησει αυτους μεχρις αιωνος.
  12. και ουτως εχωρισθη τοις πνευμασιν των εντυγχαντων, οιτινες ενφανιζουσιν περι της απωλειας, οταν φονευθωσιν εν ταις ημεραις των αμαρτωλων.
  13. και ουτως εκτισθη τοις πνευμασιν των ανθρωπων, οσοι ουκ εσονται οσιοι αλλα αμαρτωλοι, οσοι ασεβεις, και μετα των ανομων εσονται μετοχοι. τα δε πνευματα οτι οι ενθαδε θλιβεντες ελαττον κολαζονται αυτων, ου τιμωρηθησονται εν ημερα της κρισεως, ουδε μη μετεγερθωσιν εντευθεν.
  14. Τοτε ηυλογησα τον κυριον της δοξης, και ειπα Ευλογητος ει, Κυριε ο της δικαιοσυνης, κυριευων του αιωνος.

Chapter 23.

  1. Κακειθεν εφωδευσα εις αλλον τοπον προς δυσμας των περατων της γης.
  2. και εθεασαμην πυρ διατρεχον και ουκ αναπαυομενον ουδε ελλειπον του δρομου. ημερας και νυκτος αμα διαμενον.
  3. και ηρωτησα λεγων Τι εστιν το μη εχον αναπαυσιν
  4. τοτε απεκριθη μοι Ραγουηλ, ο εις των αγγελων ος μετ εμου ην,
  5. Ουτος ο δρομος το πυρος το προς δυσμας πυρ το εκδιωκον εστιν παντας τους φωστερας του ουρανου.

Chapter 24.

  1. Και εδειξεν μοι ορη πυρος καιομενα ημερας και νυκτος.
  2. και επεκεινα αυτων επορευθην και εθεασαμην επτα ορη ενδοξα, παντα εκατερα του εκατερου διαλλασσοντα, ων οι λιθοι εντιμοι τη καλλονη, και παντα εντιμα και ενδοξα και ευειδη, τρια επ ανατολας εστηριγμενα εν εν τω ενι, και τρια επι νοτον εν εν τω ενι, και φαραγγες βαθειαι και τραχειαι, μια τη μια ουκ εγγιζουσαι,
  3. και τω ορει εβδομον ορος ανα μεσον τουτων, και υπερειχεν τω υψει, ομοιον καθεδρα θρονου, και περιεκυκλου δενδρα αυτο ευειδη.
  4. και ην εν αυτοις δενδρον ο ουδεποτε ωσφρανμαι και ουδεις ετερος αυτων ευφρανθη, και ουδεν ετερον ομοιον αυτω οσμην ειχων ευωδεστεραν παντων αρωματων, και τα φυλλα αυτου και το ανθος και το δενδρον ου φθινει εις τον αιωνα οι δε περι τον καρπον ωσει βοτρυες φοινικων.
  5. τοτε ειπον Ος καλον το δενδρον τουτο εστιν και ευωδες, και ωραια τα φυλλα, και τα ανθη αυτου ωραια τη ορασει.
  6. τοτε απεκριθη μοι Μιχαηλ, εις των αγιων αγγελων ος μετ εμου ην και αυτος αυτων ηγειτο,

Chapter 25.

  1. Και ειπεν μοι Ενωχ, τι ερωτας και τι εθαυμασας εν τη οσμη του δενδρου, και δια τι θελεις την αληθειαν μαθειν
  2. τοτε απεκριθεν αυτω Περι παντων ειδενα θελω, μαλιστα δε περι του δενδρου τουτου σφοδρα.
  3. και απεκριθη λεγων Τουτο το ορος το υψηλον, ου η κορυφη ομοια θρονον θεου, καθεδρα εστιν ου καθιζει ο μεγας κυριος, ο αγιος της δοξης, ο βασιλευς του αιωνος, οταν καταβη επισκεψασθαι την γην επ αγαθω.
  4. και τουτο το δενδρον ευωδιας, και ουδεμια σαρξ εξουσιαν εχει αψασθαι αυτου μεχρι της μεγαλης κρισεως, εν η εκδικησις παντων και τελειωσις μεχρις αιωνος τοτε δικαιοις και οσιοις δοθησεται.
  5. ο καρπος αυτου τοις εκλεκτοις εις ζωην εις βοραν, και μεταφυτευθησεται εν τοπω αγιω παρα τον οικον του θεου βασιλεως του αιωνος.
  6. τοτε ευφρανθησονται ευφραινομενοι και χαρησονται και εις το αγιον εισελευσονται αι οσμαι αυτου εν τοις οστεοις αυτων, και ζωην πλειονα ζησονται επι γης ην εζησαν οι πατερες σου, και εν ταις ημεραις αυτων και βασανοι και πληγαι και μαστιγες ουχ αψονται αυτων.
  7. τοτε ηυλογησα τον θεον της δοξης, τον βασιλεια του αιωνος, ος ητοιμασεν ανθρωποις τα τοιαυτα δικαιοις, και αυτα εκτισεν και ειπεν δουναι αυτοις.

Chapter 26.

  1. Και εκειθεν εφωδευσα εις το μεσον της γης, και ιδον τοπον ευλογημενον, εν ω δενδρα εχοντα παραφυαδας μενουσας και βλαστουσας του δενδρου εκκοπεντος.
  2. κακει τεθεαμαι ορος αγιον. υποκατω του ορους υδωρ εξ ανατολων, και την δυσιν ειχεν προς νοτον.
  3. και ιδον προς ανατολας αλλο ορος υψηλοτερον τουτου, και ανα μεσον αυτου φαραγγα βαθειαν, ουκ εχουσαν πλατος, και δι αυτης υδωρ πορευεται υποκατω υπο το ορος.
  4. και προς δυσμας τουτου αλλο ορος ταπεινοτερον αυτου και ουκ εχον υψος, και φαραγγα βαθειαν και ξηραν ανα μεσον αυτων, και αλλην φαραγγα βαθειαν και ξηραν επ ακρων των τριων ορεων.
  5. και πασαι φαραγγες εισιν βαθειαι εκ πετρας στερεας, και δενδρον ουκ εφυτευτετο επ αυτας.
  6. και εθαυμασα περι της φαραγγος, και λιαν εθαυμασα.

Chapter 27.

  1. και ειπον Δια τι η γη αυτη η ευλογημενη και πασα πληρης δενδρων, αυτη δε η φαραγξ κεκατηραμενη εστιν
  2. γη καταρατος τοις κεκαταραμενοις εστιν μεχρι αιωνος. ωδε επισυναχθησονται παντες οι κεκατηραμενοι οιτινες ερουσιν τω στοματι αυτων κατα Κυριου φωνην απρεπη, και περι της δοξης αυτου σκληρα λαλησουσιν. ωδε επισυναχθησονται, και ωδε εσται το οικητηριον,
  3. επ εσχατοις αιωσιν, εν ταις ημεραις της κρισεως της αληθινης εναντιον των δικαιων εις τον απαντα χρονον. ωδε ευλογησουσιν οι ευσεβεις τον κυριον της δοξης, τον βασιλεια του αιωνος,
  4. εν ταις ημεραις της κρισεως αυτων ευλογησουσιν εν ελεει, ως εμερισεν αυτοις.
  5. Τοτε ηυλογησα τον κυριον της δοξης, και την δοξαν αυτου εδηλωσα και υμνησα μεγαλοπρεπως.

Chapter 28.

  1. Και εκειθεν επορευθην εις το μεσον, Μανδοβαρα, και ιδον αυτο ερημον και αυτο μονον, πληρης δενδρων και απο των σπερματων.
  2. υδωρ ανομβρουν, ανωθεν
  3. φερομενον ως υδραγωγος δαψιλης ως προς βορραν επι δυσμων παντοθεν αναγει υδωρ και δροσον.

Chapter 29.

  1. Ετι εκειθεν επορευθην εις αλλον τοπον εν τω Βαβδηρα, και προς ανατολας του ορους τουτου ωχομην,
  2. και ιδον κρισεως δενδρα πνεοντα απρωματων λιβανων και σμυρνης, και τα δενδρα αυτων ομοια καρυαις.

Chapter 30.

  1. Και επεκεινα τουτων ωχομην προς ανατολας μακραν, και ιδον τοπον αλλον μεγαν, φαραγγα υδατος,
  2. εν ω και δενδρον χροα αρωματων ομοιων σχινω,
  3. και τα παρα τα χειλη των φαραγγων τουτων ιδον κινναμωμον αρωματων και επεκεινα τουτων ωχομην προς ανατολας.

Chapter 31.

  1. και ιδον αλλα ορη και εν αυτοις αλση δενδρων, και εκπορευμενον εξ αυτων νεκταρ το καλουμενον σαρραν και χαλβανη.
  2. και επεκεινα των ορεων τουτων ιδον αλλο ορος προς ανατολας των περατων της γης, και παντα τα δενδρα πληρης στακτης εν ομοιωματι αμυγδαλων.
  3. οταν τριβωσιν, διο ευωδεστερον υπερ παν αρωματων

Chapter 32.

  1. εις βορραν προς ανατολας τεθεαμαι επτα ορη πληρη ναρδου χρηστου και σχινου και κινναμωμου και πιπερεως.
  2. και εκειθεν εφοδευσα επι τας αρχας παντων των ορεων τουτων, μακραν απεχων προς ανατολας της γης, και διεβην επανω της ερυθρας θαλασσης, και ωχομην επ Ακρων, και απο τουτου διεβην επανω του Ζωτιηλ.
  3. και ηλθον προς του παραδεισον της δικαιοσυνης, και ιδον μακροθεν των δενδρων τουτων δενδρα πλειονα και μεγαλα δυω μεν εκει, μεγαλα σφοδρα καλα και ενδοξα και μεγαλοπρεπη, και το δενδρον της φρονησεως, ου εσθιουσιν αγιου του καρπου αυτου και επιστανται φρονησιν μεγαλην.
  4. ομοιον το δενδρον εκεινο στροβιλεα το υψος τα δε φυλλα αυτου κερατια ομοια, ο δε καρπος αυτου ωσει βοτρυες αμπελου ιλαροι λιαν, η δε οσμη αυτου διετρεχεν πορρω απο του δενδρον.
  5. τοτε ειπον Ως καλον το δενδρον, και ως επιχαρι τη ορασει.
  6. τοτε αποκριθη Ραφαηλ, ο αγιος αγγελος ο μετ εμου ων, Τουτο το δενδρον φρονησεως, εξ ου εφραγεν ο πατηρ σου.