Apocalypse of John.

Chapters 17-22.


Chapter 17.

  1. Και ηλθεν εις εκ των επτα αγγελων των εχοντων τας επτα φιαλας, και ελαλησεν μετ εμου λεγων, Δευρο, δειξω σοι το κριμα της πορνης της μεγαλης της καθημενης επι υδατων πολλων,
  2. μεθ ης επορνευσαν οι βασιλεις της γης, και εμεθυσθησαν οι κατοικουντες την γην εκ του οινου της πορνειας αυτης.
  3. και απηνεγκεν με εις ερημον εν πνευματι. και ειδον γυναικα καθημενην επι θηριον κοκκινον, γεμον[τα] ονοματα βλασφημιας, εχων κεφαλας επτα και κερατα δεκα.
  4. και η γυνη ην περιβεβλημενη πορφυρουν και κοκκινον, και κεχρυσωμενη χρυσιω και λιθω τιμιω και μαργαριταις, εχουσα ποτηριον χρυσουν εν τη χειρι αυτης γεμον βδελυγματων και τα ακαθαρτα της πορνειας αυτης,
  5. και επι το μετωπον αυτης ονομα γεγραμμενον, μυστηριον, Βαβυλων η μεγαλη, η μητηρ των πορνων και των βδελυγματων της γης.
  6. και ειδον την γυναικα μεθυουσαν εκ του αιματος των αγιων και εκ του αιματος των μαρτυρων Ιησου. Και εθαυμασα ιδων αυτην θαυμα μεγα.
  7. και ειπεν μοι ο αγγελος, Δια τι εθαυμασας; εγω ερω σοι το μυστηριον της γυναικος και του θηριου του βασταζοντος αυτην, του εχοντος τας επτα κεφαλας και τα δεκα κερατα·
  8. το θηριον ο ειδες ην και ουκ εστιν, και μελλει αναβαινειν εκ της αβυσσου, και εις απωλειαν υπαγει· και θαυμασθησονται οι κατοικουντες επι της γης, ων ου γεγραπται το ονομα επι το βιβλιον της ζωης απο καταβολης κοσμου, βλεποντων το θηριον οτι ην και ουκ εστιν και παρεσται.
  9. ωδε ο νους ο εχων σοφιαν. αι επτα κεφαλαι επτα ορη εισιν, οπου η γυνη καθηται επ αυτων. και βασιλεις επτα εισιν·
  10. οι πεντε επεσαν, ο εις εστιν, ο αλλος ουπω ηλθεν, και οταν ελθη ολιγον αυτον δει μειναι.
  11. και το θηριον ο ην και ουκ εστιν, και αυτος ογδοος εστιν και εκ των επτα εστιν, και εις απωλειαν υπαγει.
  12. και τα δεκα κερατα α ειδες δεκα βασιλεις εισιν, οιτινες βασιλειαν ουπω ελαβον, αλλα εξουσιαν ως βασιλεις μιαν ωραν λαμβανουσιν μετα του θηριου.
  13. ουτοι μιαν γνωμην εχουσιν, και την δυναμιν και εξουσιαν αυτων τω θηριω διδοασιν.
  14. ουτοι μετα του αρνιου πολεμησουσιν, και το αρνιον νικησει αυτους, οτι κυριος κυριων εστιν και βασιλευς βασιλεων, και οι μετ αυτου κλητοι και εκλεκτοι και πιστοι.
  15. Και λεγει μοι, Τα υδατα α ειδες, ου η πορνη καθηται, λαοι και οχλοι εισιν και εθνη και γλωσσαι.
  16. και τα δεκα κερατα α ειδες και το θηριον, ουτοι μισησουσιν την πορνην, και ηρημωμενην ποιησουσιν αυτην και γυμνην, και τας σαρκας αυτης φαγονται, και αυτην κατακαυσουσιν εν πυρι·
  17. ο γαρ θεος εδωκεν εις τας καρδιας αυτων ποιησαι την γνωμην αυτου, και ποιησαι μιαν γνωμην και δουναι την βασιλειαν αυτων τω θηριω, αχρι τελεσθησονται οι λογοι του θεου.
  18. και η γυνη ην ειδες εστιν η πολις η μεγαλη η εχουσα βασιλειαν επι των βασιλεων της γης.

Chapter 18.

  1. Μετα ταυτα ειδον αλλον αγγελον καταβαινοντα εκ του ουρανου, εχοντα εξουσιαν μεγαλην, και η γη εφωτισθη εκ της δοξης αυτου.
  2. και εκραξεν εν ισχυρα φωνη λεγων, Επεσεν, επεσεν Βαβυλων η μεγαλη, και εγενετο κατοικητηριον δαιμονιων και φυλακη παντος πνευματος ακαθαρτου και φυλακη παντος ορνεου ακαθαρτου [και φυλακη παντος θηριου ακαθαρτου] και μεμισημενου,
  3. οτι εκ του οινου του θυμου της πορνειας αυτης πεπωκαν παντα τα εθνη, και οι βασιλεις της γης μετ αυτης επορνευσαν, και οι εμποροι της γης εκ της δυναμεως του στρηνους αυτης επλουτησαν.
  4. Και ηκουσα αλλην φωνην εκ του ουρανου λεγουσαν, Εξελθατε, ο λαος μου, εξ αυτης, ινα μη συγκοινωνησητε ταις αμαρτιαις αυτης, και εκ των πληγων αυτης ινα μη λαβητε·
  5. οτι εκολληθησαν αυτης αι αμαρτιαι αχρι του ουρανου, και εμνημονευσεν ο θεος τα αδικηματα αυτης.
  6. αποδοτε αυτη ως και αυτη απεδωκεν, και διπλωσατε τα διπλα κατα τα εργα αυτης· εν τω ποτηριω ω εκερασεν κερασατε αυτη διπλουν·
  7. οσα εδοξασεν αυτην και εστρηνιασεν, τοσουτον δοτε αυτη βασανισμον και πενθος. οτι εν τη καρδια αυτης λεγει οτι Καθημαι βασιλισσα, και χηρα ουκ ειμι, και πενθος ου μη ιδω·
  8. δια τουτο εν μια ημερα ηξουσιν αι πληγαι αυτης, θανατος και πενθος και λιμος, και εν πυρι κατακαυθησεται· οτι ισχυρος κυριος ο θεος ο κρινας αυτην.
  9. Και κλαυσουσιν και κοψονται επ αυτην οι βασιλεις της γης οι μετ αυτης πορνευσαντες και στρηνιασαντες, οταν βλεπωσιν τον καπνον της πυρωσεως αυτης,
  10. απο μακροθεν εστηκοτες δια τον φοβον του βασανισμου αυτης, λεγοντες, Ουαι ουαι, η πολις η μεγαλη, Βαβυλων η πολις η ισχυρα, οτι μια ωρα ηλθεν η κρισις σου.
  11. Και οι εμποροι της γης κλαιουσιν και πενθουσιν επ αυτην, οτι τον γομον αυτων ουδεις αγοραζει ουκετι,
  12. γομον χρυσου και αργυρου και λιθου τιμιου και μαργαριτων και βυσσινου και πορφυρας και σιρικου και κοκκινου, και παν ξυλον θυινον και παν σκευος ελεφαντινον και παν σκευος εκ ξυλου τιμιωτατου και χαλκου και σιδηρου και μαρμαρου,
  13. και κινναμωμον και αμωμον και θυμιαματα και μυρον και λιβανον και οινον και ελαιον και σεμιδαλιν και σιτον και κτηνη και προβατα, και ιππων και ρεδων και σωματων, και ψυχας ανθρωπων.
  14. και η οπωρα σου της επιθυμιας της ψυχης απηλθεν απο σου, και παντα τα λιπαρα και τα λαμπρα απωλετο απο σου, και ουκετι ου μη αυτα ευρησουσιν.
  15. οι εμποροι τουτων, οι πλουτησαντες απ αυτης, απο μακροθεν στησονται δια τον φοβον του βασανισμου αυτης, κλαιοντες και πενθουντες,
  16. λεγοντες, Ουαι ουαι, η πολις η μεγαλη, η περιβεβλημενη βυσσινον και πορφυρουν και κοκκινον, και κεχρυσωμενη [εν] χρυσιω και λιθω τιμιω και μαργαριτη,
  17. οτι μια ωρα ηρημωθη ο τοσουτος πλουτος. Και πας κυβερνητης και πας ο επι τοπον πλεων και ναυται και οσοι την θαλασσαν εργαζονται απο μακροθεν εστησαν
  18. και εκραζον βλεποντες τον καπνον της πυρωσεως αυτης λεγοντες, Τις ομοια τη πολει τη μεγαλη;
  19. και εβαλον χουν επι τας κεφαλας αυτων και εκραζον κλαιοντες και πενθουντες, λεγοντες, Ουαι ουαι, η πολις η μεγαλη, εν η επλουτησαν παντες οι εχοντες τα πλοια εν τη θαλασση εκ της τιμιοτητος αυτης, οτι μια ωρα ηρημωθη.
  20. Ευφραινου επ αυτη, ουρανε, και οι αγιοι και οι αποστολοι και οι προφηται, οτι εκρινεν ο θεος το κριμα υμων εξ αυτης.
  21. Και ηρεν εις αγγελος ισχυρος λιθον ως μυλινον μεγαν και εβαλεν εις την θαλασσαν λεγων, Ουτως ορμηματι βληθησεται Βαβυλων η μεγαλη πολις, και ου μη ευρεθη ετι.
  22. και φωνη κιθαρωδων και μουσικων και αυλητων και σαλπιστων ου μη ακουσθη εν σοι ετι, και πας τεχνιτης πασης τεχνης ου μη ευρεθη εν σοι ετι, και φωνη μυλου ου μη ακουσθη εν σοι ετι,
  23. και φως λυχνου ου μη φανη εν σοι ετι, και φωνη νυμφιου και νυμφης ου μη ακουσθη εν σοι ετι· οτι οι εμποροι σου ησαν οι μεγιστανες της γης, οτι εν τη φαρμακεια σου επλανηθησαν παντα τα εθνη,
  24. και εν αυτη αιμα προφητων και αγιων ευρεθη και παντων των εσφαγμενων επι της γης.

Chapter 19.

  1. Μετα ταυτα ηκουσα ως φωνην μεγαλην οχλου πολλου εν τω ουρανω λεγοντων, Αλληλουια· η σωτηρια και η δοξα και η δυναμις του θεου ημων,
  2. οτι αληθιναι και δικαιαι αι κρισεις αυτου· οτι εκρινεν την πορνην την μεγαλην ητις εφθειρεν την γην εν τη πορνεια αυτης, και εξεδικησεν το αιμα των δουλων αυτου εκ χειρος αυτης.
  3. και δευτερον ειρηκαν, Αλληλουια· και ο καπνος αυτης αναβαινει εις τους αιωνας των αιωνων.
  4. και επεσαν οι πρεσβυτεροι οι εικοσι τεσσαρες και τα τεσσαρα ζωα, και προσεκυνησαν τω θεω τω καθημενω επι τω θρονω, λεγοντες, Αμην, Αλληλουια.
  5. Και φωνη απο του θρονου εξηλθεν λεγουσα, Αινειτε τω θεω ημων, παντες οι δουλοι αυτου, [και] οι φοβουμενοι αυτον, οι μικροι και οι μεγαλοι.
  6. και ηκουσα ως φωνην οχλου πολλου και ως φωνην υδατων πολλων και ως φωνην βροντων ισχυρων λεγοντων, Αλληλουια, οτι εβασιλευσεν κυριος ο θεος [ημων] ο παντοκρατωρ.
  7. χαιρωμεν και αγαλλιωμεν, και δωσωμεν την δοξαν αυτω, οτι ηλθεν ο γαμος του αρνιου, και η γυνη αυτου ητοιμασεν εαυτην·
  8. και εδοθη αυτη ινα περιβαληται βυσσινον λαμπρον καθαρον, το γαρ βυσσινον τα δικαιωματα των αγιων εστιν.
  9. Και λεγει μοι, Γραψον· Μακαριοι οι εις το δειπνον του γαμου του αρνιου κεκλημενοι. και λεγει μοι, Ουτοι οι λογοι αληθινοι του θεου εισιν.
  10. και επεσα εμπροσθεν των ποδων αυτου προσκυνησαι αυτω. και λεγει μοι, Ορα μη· συνδουλος σου ειμι και των αδελφων σου των εχοντων την μαρτυριαν Ιησου· τω θεω προσκυνησον. η γαρ μαρτυρια Ιησου εστιν το πνευμα της προφητειας.
  11. Και ειδον τον ουρανον ηνεωγμενον, και ιδου ιππος λευκος, και ο καθημενος επ αυτον [καλουμενος] πιστος και αληθινος, και εν δικαιοσυνη κρινει και πολεμει.
  12. οι δε οφθαλμοι αυτου [ως] φλοξ πυρος, και επι την κεφαλην αυτου διαδηματα πολλα, εχων ονομα γεγραμμενον ο ουδεις οιδεν ει μη αυτος,
  13. και περιβεβλημενος ιματιον βεβαμμενον αιματι, και κεκληται το ονομα αυτου ο λογος του θεου.
  14. και τα στρατευματα [τα] εν τω ουρανω ηκολουθει αυτω εφ ιπποις λευκοις, ενδεδυμενοι βυσσινον λευκον καθαρον.
  15. και εκ του στοματος αυτου εκπορευεται ρομφαια οξεια, ινα εν αυτη παταξη τα εθνη, και αυτος ποιμανει αυτους εν ραβδω σιδηρα· και αυτος πατει την ληνον του οινου του θυμου της οργης του θεου του παντοκρατορος.
  16. και εχει επι το ιματιον και επι τον μηρον αυτου ονομα γεγραμμενον· Βασιλευς βασιλεων και κυριος κυριων.
  17. Και ειδον ενα αγγελον εστωτα εν τω ηλιω, και εκραξεν [εν] φωνη μεγαλη λεγων πασιν τοις ορνεοις τοις πετομενοις εν μεσουρανηματι, Δευτε συναχθητε εις το δειπνον το μεγα του θεου,
  18. ινα φαγητε σαρκας βασιλεων και σαρκας χιλιαρχων και σαρκας ισχυρων και σαρκας ιππων και των καθημενων επ αυτων και σαρκας παντων ελευθερων τε και δουλων και μικρων και μεγαλων.
  19. Και ειδον το θηριον και τους βασιλεις της γης και τα στρατευματα αυτων συνηγμενα ποιησαι τον πολεμον μετα του καθημενου επι του ιππου και μετα του στρατευματος αυτου.
  20. και επιασθη το θηριον και μετ αυτου ο ψευδοπροφητης ο ποιησας τα σημεια ενωπιον αυτου, εν οις επλανησεν τους λαβοντας το χαραγμα του θηριου και τους προσκυνουντας τη εικονι αυτου· ζωντες εβληθησαν οι δυο εις την λιμνην του πυρος της καιομενης εν θειω.
  21. και οι λοιποι απεκτανθησαν εν τη ρομφαια του καθημενου επι του ιππου τη εξελθουση εκ του στοματος αυτου, και παντα τα ορνεα εχορτασθησαν εκ των σαρκων αυτων.

Chapter 20.

  1. Και ειδον αγγελον καταβαινοντα εκ του ουρανου, εχοντα την κλειν της αβυσσου και αλυσιν μεγαλην επι την χειρα αυτου.
  2. και εκρατησεν τον δρακοντα, ο οφις ο αρχαιος, ος εστιν Διαβολος και ο Σατανας, και εδησεν αυτον χιλια ετη,
  3. και εβαλεν αυτον εις την αβυσσον και εκλεισεν και εσφραγισεν επανω αυτου ινα μη πλανηση ετι τα εθνη αχρι τελεσθη τα χιλια ετη· μετα ταυτα δει λυθηναι αυτον μικρον χρονον.
  4. Και ειδον θρονους, και εκαθισαν επ αυτους, και κριμα εδοθη αυτοις, και τας ψυχας των πεπελεκισμενων δια την μαρτυριαν Ιησου και δια τον λογον του θεου, και οιτινες ου προσεκυνησαν το θηριον ουδε την εικονα αυτου και ουκ ελαβον το χαραγμα επι το μετωπον και επι την χειρα αυτων· και εζησαν και εβασιλευσαν μετα του Χριστου χιλια ετη.
  5. οι λοιποι των νεκρων ουκ εζησαν αχρι τελεσθη τα χιλια ετη. αυτη η αναστασις η πρωτη.
  6. μακαριος και αγιος ο εχων μερος εν τη αναστασει τη πρωτη· επι τουτων ο δευτερος θανατος ουκ εχει εξουσιαν, αλλ εσονται ιερεις του θεου και του Χριστου, και βασιλευσουσιν μετ αυτου [τα] χιλια ετη.
  7. Και οταν τελεσθη τα χιλια ετη, λυθησεται ο Σατανας εκ της φυλακης αυτου,
  8. και εξελευσεται πλανησαι τα εθνη τα εν ταις τεσσαρσιν γωνιαις της γης, τον Γωγ και Μαγωγ, συναγαγειν αυτους εις τον πολεμον, ων ο αριθμος αυτων ως η αμμος της θαλασσης.
  9. και ανεβησαν επι το πλατος της γης και εκυκλευσαν την παρεμβολην των αγιων και την πολιν την ηγαπημενην. και κατεβη πυρ εκ του ουρανου και κατεφαγεν αυτους·
  10. και ο διαβολος ο πλανων αυτους εβληθη εις την λιμνην του πυρος και θειου, οπου και το θηριον και ο ψευδοπροφητης, και βασανισθησονται ημερας και νυκτος εις τους αιωνας των αιωνων.
  11. Και ειδον θρονον μεγαν λευκον και τον καθημενον επ αυτον, ου απο του προσωπου εφυγεν η γη και ο ουρανος, και τοπος ουχ ευρεθη αυτοις.
  12. και ειδον τους νεκρους, τους μεγαλους και τους μικρους, εστωτας ενωπιον του θρονου, και βιβλια ηνοιχθησαν· και αλλο βιβλιον ηνοιχθη, ο εστιν της ζωης· και εκριθησαν οι νεκροι εκ των γεγραμμενων εν τοις βιβλιοις κατα τα εργα αυτων.
  13. και εδωκεν η θαλασσα τους νεκρους τους εν αυτη, και ο θανατος και ο αδης εδωκαν τους νεκρους τους εν αυτοις, και εκριθησαν εκαστος κατα τα εργα αυτων.
  14. και ο θανατος και ο αδης εβληθησαν εις την λιμνην του πυρος. ουτος ο θανατος ο δευτερος εστιν, η λιμνη του πυρος.
  15. και ει τις ουχ ευρεθη εν τη βιβλω της ζωης γεγραμμενος εβληθη εις την λιμνην του πυρος.

Chapter 21.

  1. Και ειδον ουρανον καινον και γην καινην· ο γαρ πρωτος ουρανος και η πρωτη γη απηλθαν, και η θαλασσα ουκ εστιν ετι.
  2. και την πολιν την αγιαν Ιερουσαλημ καινην ειδον καταβαινουσαν εκ του ουρανου απο του θεου, ητοιμασμενην ως νυμφην κεκοσμημενην τω ανδρι αυτης.
  3. και ηκουσα φωνης μεγαλης εκ του θρονου λεγουσης, Ιδου η σκηνη του θεου μετα των ανθρωπων, και σκηνωσει μετ αυτων, και αυτοι λαοι αυτου εσονται, και αυτος ο θεος μετ αυτων εσται, [αυτων θεος,]
  4. και εξαλειψει παν δακρυον εκ των οφθαλμων αυτων, και ο θανατος ουκ εσται ετι, ουτε πενθος ουτε κραυγη ουτε πονος ουκ εσται ετι· [οτι] τα πρωτα απηλθαν.
  5. Και ειπεν ο καθημενος επι τω θρονω, Ιδου καινα ποιω παντα. και λεγει, Γραψον, οτι ουτοι οι λογοι πιστοι και αληθινοι εισιν.
  6. και ειπεν μοι, Γεγοναν. εγω [ειμι] το Α και το Ω, η αρχη και το τελος. εγω τω διψωντι δωσω εκ της πηγης του υδατος της ζωης δωρεαν.
  7. ο νικων κληρονομησει ταυτα, και εσομαι αυτω θεος και αυτος εσται μοι υιος.
  8. τοις δε δειλοις και απιστοις και εβδελυγμενοις και φονευσιν και πορνοις και φαρμακοις και ειδωλολατραις και πασιν τοις ψευδεσιν το μερος αυτων εν τη λιμνη τη καιομενη πυρι και θειω, ο εστιν ο θανατος ο δευτερος.
  9. Και ηλθεν εις εκ των επτα αγγελων των εχοντων τας επτα φιαλας, των γεμοντων των επτα πληγων των εσχατων, και ελαλησεν μετ εμου λεγων, Δευρο, δειξω σοι την νυμφην την γυναικα του αρνιου.
  10. και απηνεγκεν με εν πνευματι επι ορος μεγα και υψηλον, και εδειξεν μοι την πολιν την αγιαν Ιερουσαλημ καταβαινουσαν εκ του ουρανου απο του θεου,
  11. εχουσαν την δοξαν του θεου· ο φωστηρ αυτης ομοιος λιθω τιμιωτατω, ως λιθω ιασπιδι κρυσταλλιζοντι·
  12. εχουσα τειχος μεγα και υψηλον, εχουσα πυλωνας δωδεκα, και επι τοις πυλωσιν αγγελους δωδεκα, και ονοματα επιγεγραμμενα α εστιν [τα ονοματα] των δωδεκα φυλων υιων Ισραηλ·
  13. απο ανατολης πυλωνες τρεις, και απο βορρα πυλωνες τρεις, και απο νοτου πυλωνες τρεις, και απο δυσμων πυλωνες τρεις·
  14. και το τειχος της πολεως εχων θεμελιους δωδεκα, και επ αυτων δωδεκα ονοματα των δωδεκα αποστολων του αρνιου.
  15. Και ο λαλων μετ εμου ειχεν μετρον καλαμον χρυσουν, ινα μετρηση την πολιν και τους πυλωνας αυτης και το τειχος αυτης.
  16. και η πολις τετραγωνος κειται, και το μηκος αυτης οσον [και] το πλατος. και εμετρησεν την πολιν τω καλαμω επι σταδιων δωδεκα χιλιαδων· το μηκος και το πλατος και το υψος αυτης ισα εστιν.
  17. και εμετρησεν το τειχος αυτης εκατον τεσσερακοντα τεσσαρων πηχων, μετρον ανθρωπου, ο εστιν αγγελου.
  18. και η ενδωμησις του τειχους αυτης ιασπις, και η πολις χρυσιον καθαρον ομοιον υαλω καθαρω.
  19. οι θεμελιοι του τειχους της πολεως παντι λιθω τιμιω κεκοσμημενοι· ο θεμελιος ο πρωτος ιασπις, ο δευτερος σαπφιρος, ο τριτος χαλκηδων, ο τεταρτος σμαραγδος,
  20. ο πεμπτος σαρδονυξ, ο εκτος σαρδιον, ο εβδομος χρυσολιθος, ο ογδοος βηρυλλος, ο ενατος τοπαζιον, ο δεκατος χρυσοπρασος, ο ενδεκατος υακινθος, ο δωδεκατος αμεθυστος.
  21. και οι δωδεκα πυλωνες δωδεκα μαργαριται, ανα εις εκαστος των πυλωνων ην εξ ενος μαργαριτου. και η πλατεια της πολεως χρυσιον καθαρον ως υαλος διαυγης.
  22. Και ναον ουκ ειδον εν αυτη, ο γαρ κυριος ο θεος ο παντοκρατωρ ναος αυτης εστιν, και το αρνιον.
  23. και η πολις ου χρειαν εχει του ηλιου ουδε της σεληνης, ινα φαινωσιν αυτη, η γαρ δοξα του θεου εφωτισεν αυτην, και ο λυχνος αυτης το αρνιον.
  24. και περιπατησουσιν τα εθνη δια του φωτος αυτης· και οι βασιλεις της γης φερουσιν την δοξαν αυτων εις αυτην·
  25. και οι πυλωνες αυτης ου μη κλεισθωσιν ημερας, νυξ γαρ ουκ εσται εκει·
  26. και οισουσιν την δοξαν και την τιμην των εθνων εις αυτην.
  27. και ου μη εισελθη εις αυτην παν κοινον και [ο] ποιων βδελυγμα και ψευδος, ει μη οι γεγραμμενοι εν τω βιβλιω της ζωης του αρνιου.

Chapter 22.

  1. Και εδειξεν μοι ποταμον υδατος ζωης λαμπρον ως κρυσταλλον εκπορευομενον εκ του θρονου του θεου και του αρνιου
  2. εν μεσω της πλατειας αυτης, και του ποταμου εντευθεν και εκειθεν ξυλον ζωης ποιουν καρπους δωδεκα κατα μηνα εκαστον αποδιδουν τον καρπον αυτου, και τα φυλλα του ξυλου εις θεραπειαν των εθνων.
  3. και παν καταθεμα ουκ εσται ετι και ο θρονος του θεου και του αρνιου εν αυτη εσται και οι δουλοι αυτου λατρευσουσιν αυτω.
  4. και οψονται το προσωπον αυτου και το ονομα αυτου επι των μετωπων αυτων.
  5. και νυξ ουκ εσται ετι και ουκ εχουσιν χρειαν φωτος λυχνου και φωτος ηλιου οτι κυριος ο θεος φωτισει επ αυτους και βασιλευσουσιν εις τους αιωνας των αιωνων.
  6. Και ειπεν μοι, Ουτοι οι λογοι πιστοι και αληθινοι, και ο κυριος ο θεος των πνευματων των προφητων απεστειλεν τον αγγελον αυτου δειξαι τοις δουλοις αυτου α δει γενεσθαι εν ταχει,
  7. και ιδου, ερχομαι ταχυ· μακαριος ο τηρων τους λογους της προφητειας του βιβλιου τουτου.
  8. Καγω Ιωαννης ο ακουων και βλεπων ταυτα και οτε ηκουσα και εβλεψα επεσα προσκυνησαι εμπροσθεν των ποδων του αγγελου του δεικνυοντος μοι ταυτα.
  9. και λεγει μοι, Ορα μη, συνδουλος σου ειμι και των αδελφων σου των προφητων και των τηρουντων τους λογους του βιβλιου τουτου· τω θεω προσκυνησον.
  10. Και λεγει μοι, μη σφραγισης τους λογους της προφητειας του βιβλιου τουτου, ο καιρος γαρ εγγυς εστιν.
  11. ο αδικων αδικησατω ετι και ο ρυπαρος ρυπανθητω ετι και ο δικαιος δικαιοσυνην ποιησατω ετι και ο αγιος αγιασθητω ετι.
  12. ιδου ερχομαι ταχυ και ο μισθος μου μετ εμου αποδουναι εκαστω ως το εργον εστιν αυτου.
  13. εγω το αλφα και το ω ο πρωτος και ο εσχατος η αρχη και το τελος.
  14. μακαριοι οι πλυνοντες τας στολας αυτων ινα εσται η εξουσια αυτων επι το ξυλον της ζωης και τοις πυλωσιν εισελθωσιν εις την πολιν
  15. εξω οι κυνες και οι φαρμακοι και οι πορνοι και οι φονεις και οι ειδωλολατραι και πας φιλων και ποιων ψευδος.
  16. εγω Ιησους επεμψα τον αγγελον μου μαρτυρησαι υμιν ταυτα επι ταις εκκλησιαις. εγω ειμι η ριζα και το γενος δαυιδ ο αστηρ ο λαμπρος ο πρωινος
  17. Και το πνευμα και η νυμφη λεγουσιν, Ερχου, και ο ακουων ειπατω, Ερχου, και ο διψων ερχεσθω ο θελων λαβετω υδωρ ζωης δωρεαν.
  18. Μαρτυρω εγω παντι τω ακουοντι τους λογους της προφητειας του βιβλιου τουτου· εαν τις επιθη επ αυτα επιθησει ο θεος επ αυτον τας πληγας τας γεγραμμενας εν τω βιβλιω τουτω,
  19. και εαν τις αφελη απο των λογων του βιβλιου της προφητειας ταυτης αφελει ο θεος το μερος αυτου απο του ξυλου της ζωης και εκ της πολεως της αγιας των γεγραμμενων εν τω βιβλιω τουτω.
  20. Λεγει ο μαρτυρων ταυτα· Ναι ερχομαι ταχυ. Αμην, ερχου κυριε ιησου
  21. Η χαρις του κυριου ιησου μετα παντων.