Epistle (1) of Clement.

Chapters 17-32.


Chapter 17.

  1. Μιμηται γενωμεθα κακεινων, οιτινες εν δερμασιν αιγειοις μηλωταις περιεατησαν κηρυσσοντες την ελευσιν του Χριστου· λεγομεν δε Ηλιαν και Ελισαιε, ετι δε και Ιεζεκιηλ, τους προφητας· προς τουτοις και τους μεμαρτυρημενους.
  2. εμαρτυρηθη μεγαλως Αβρααμ και φιλος προσηγορευθη του θεου, και λεγει ατενιζων εις την δοξαν του θεου, ταπεινοφρονων· Εγω δε ειμι γη και σποδος.
  3. ετι δε και περι Ιωβ ουτως γεγραπται· Ιωβ δε ην δικαιος και αμεμπτος, αληθινος, θεοσεβης, απεχομενος απο παντος κακου·
  4. αλλ αυτος εαυτου κατηγορει λεγων· Ουδεις καθαρος απο ρυπου, ουδ αν μιας ημερας [η] η ζωη αυτου.
  5. Μωυσης πιστος εν ολω τω οικω αυτου εκληθη, και δια της υπηρεσιας αυτου εκρινεν ο θεος Αιγυπτον δια των μαστιγων και των αικισματων αυτων. αλλα κακεινος δοξασθεις μεγαλως ουκ εμεγαλορημονησεν, αλλ ειπεν, επι της βατου χρηματισμου αυτω διδομενου· Τις ειμι εγω, οτι με πεμπεις; εγω δε ειμι ισχμοθωνος και βραδυγλωσσος.
  6. και παλιν λεγει, Εγω δε ειμι ατμις απο κυθρας.

Chapter 18.

  1. Τι δε ειπωμεν επι τω μεμαρτυρημενω Δαυειδ; προς ον ειπεν ο θεος, Ευρον ανδρα κατα την καρδιαν μου Δαυειδ τον του Ιεσσαι, εν ελεει αιωνιω εχρισα αυτον.
  2. αλλα και αυτος λεγει ορος τον θεον· Ελεησον με, ο θεος, κατα το μεγα ελεος σου, και κατα το πληθος των οικτιρμων σου εξαλειψον το ανομημα μου.
  3. επι πλειον πλυνον με απο της ανομιας μου, και απο της αμαρτιας μου καθαρισον με· οτι την ανομιαν μου εγω γινωσκω, και η αμαρτια μου ενωπιον μου εστιν δια παντος.
  4. σοι μονω ημαρτον, και το πονηρον ενωπιον σου εποισα· οπως αν δικαιωθης εν τοις λογοις σου, και νικησης εν τω κρινεσθαι σε.
  5. ιδου γαρ εν ανομιαις συνελημφθην, και εν αμαρτιαις εκισσησεν με η μητηρ μου
  6. ιδου γαρ αληθειαν ηγαπησας· τα αδηλα και τα κρυφια της σοφιας σου εδηλωσας μοι.
  7. ραντεις με υσσωπω και καθαρισθησομαι· πλυνεις με, και υπερ χιονα λευκανθησομαι.
  8. ακουτιεις με αγαλλιασιν και ευφροσυνην, αγαλλιαχονται οστα τεταπεινωμενα.
  9. αποστρεψον το προσωπον σου απο των αμαρτιων μου, και πασας τας ανομιαςμου εξαλειψον.
  10. καρδιαν καθαραν κτισον εν εμοι, ο θεος, και πνευμα ευθες εγκινισον εν τοις εγκαινισον εν τοις εγκατοις μου.
  11. μη αποριψης με απο του προσωπου σου, και το πνευμα το αγιον σου μη αντανελης απ εμου
  12. αποδος μοι την αγαλλιασιν του σωτηριου σου, και πνευματι ηγεμονικω στηρισον με.
  13. διδαξω ανομους τας οδους σου, και ασεβεις επιστρεψουσιν επι σε
  14. ρυσαι με εξ αιματων, ο θεος, ο θεος της σωτηριας μου.
  15. αγαλλιασεται η γλωσσα μου την δικαιοσυνην σου. θυριε, το στομα μου ανοιξεις, και τα χειλη μου αναγγελει την αινεσιν σου.
  16. οτι ει ηθελησας θυσιαν, εδωκα αν· ολοκαυτωματα ουκ ευδοκησεις.
  17. θυσια τω θεω πνευμα συντετριμμενον· καρδιαν συντετριμμενην και τεταπεινωμενην ο θεος ουκ εξουθενωσει.

Chapter 19.

  1. Των τοσουτων ουτως μεμαρτυρημενων το ταπεινοφρονουν και το υποκοης ου μονον ημας αλλα και τας προ ημων γενεας βελτιους εποιησεν, τους τε καταδεξαμενους τα λογια αυτου εν φοβω και αληθεια
  2. Πολλων ουν και μεγαλων και ενδοξων μετειληφοτες πραξεων, επαναδραμωμεν επι τον εξ αρχης παραδεδομενον ημιν της ειρηνης σκοπον, και ατενισωμεν εις τον πατερα και υπερβαλλουσας αυτου δωρεαις της ειρηνης ευεργεσιαις τε κολληθωμεν·
  3. ιδωμεν αυτον κατα διανοια και εμπλεψωμεν τοις ομμασιν της ψυχης εις το μακροθυμον αυτου βουλημα· νοησωμεν πως αοργητος υπαρχει προς πασαν την κτισιν αυτου.

Chapter 20.

  1. Οι ουρανοι τη διοικησει αυτου σαλευομενοι εν ειρηνη υποτασσονται αυτω·
  2. ημερα τε και νυξ τον τεταγμενον υπ αυτου δρομον διανυουσιν, μηδεν αλληλοις εμποδιζοντα
  3. ηλιος τε και σεληνη αστερων τε χοροι κατα την διαταγην αυτου εν ομονια διχα πασης παρεκβασεως εξελισσουσιν τους επιτεταγμενους αυτοις ορισμους.
  4. γη κυοφορουσα κατα το θελημα αυτου τοις ιδιοις καιροις την πανπληθη ανθρωποις τε και πασιν τοις ουσιν επ αυτην ζωοις ανατελλει τροφην, μη διχοστατουσα μηδε αλλοιουσα τι των δεδογματισμενων υπ αυτου.
  5. αβυσσων τε ανεξιχνιαστα και νερτερων ανεκδιηγητα κριματα τοις αυτοις συνεχεται προσταγμασιν.
  6. το κυτος της απειρου θαλασσης κατα την δημιουργιαν αυτου συσταθεν εις τας συναγωγας ου παρεκβαινει τα περιτεθειμενα αυτη κλειθρα, αλλα καθως διεταξεν αυτη, ουτως ποιει.
  7. ειπεν γαρ· Εως ωδε ηξεις, και τα κυματα σου εν σοι συντριβησεται.
  8. ωκεανος ανθρωποις απερατος και οι μετ αυτον κοσμοι ταις αυταις ταγαις του δεσποτου διευθυνονται.
  9. καιροι εαρινοι και θερινοι και μετοπωρινοι και χειμερινοι εν ειρηνη μεταπαραδιδοασιν αλληλοις.
  10. ανεμων απροςκοπως επιτελουσιν· αεναοι τε πηγαι προς απολαυσιν και υγειαν δημιουργηθεισαι διχα ελλειψεως παρεχονται τους προς ζωης ανθρωποις μαζους. τα τε ελαχιστα των ζωων τας συνελευσεις αυτων εν ομονοια και ειρηνη ποιουνται.
  11. Ταυτα παντα ο μεγας δημιουργος και δεσποτης των απαντων εν ειρηνη και ομονοια προσεταξεν ειναι, ευεργετων τα παντα, υπερεκπερισσως δε ημας τους προσπεφευγοτας τοις οικτιρμοις αυτου δια του κυριου ημων Ιησου Χριστου,
  12. ω η δοξα και η μεγαλωσυνη εις τους αιωνας των αιωνων. αμην.

Chapter 21.

  1. Ορατε, αγαπητοι, μη αι ευεργεσιαι αυτου αι πολλαι γενωνται εις κριμα πασιν ημιν, εαν μη αξιως αυτου πολιτευομενοι τα καλα και ευαρεστα ενωπιον αυτου ποιωμεν μεθ ομονοιας.
  2. λεγει γαρ που· Πνευμα κυριου λυχνος ερευνων τα ταμιεια της γαστρος.
  3. Ιδωμεν πως εγγυς εστιν, και οτι ουδεν λεληθεν αυτον των εννοιων ημων ουδε των διαλογισμων ων ποιουμεθα
  4. δικαιον ουν εστιν μη λιποτακτειν ημας απο του θεληματος αυτου·
  5. μαλλον ανθρωποις αφροσι και ανοητοις και εγκαυχωμενοις εν αλαζονεια του λογου αυτων προσκοψωμεν η τω θεω.
  6. τον κυριον Ιησουν [Χριστον], ου το αιμα υπερ ημων εδοθη, εντραπωμεν· τους προηγουμενους ημων αιδεσθωμεν, τους πρεσβυτερους ημων τιμησωμεν, τους νεους παιδευσωμεν την παιδειαν του φοβου του θεου, τας γυναικας ημων επι το αγαθον διορθωσωμεθα·
  7. το αξιαγαπητον της αγνειας ηθος ενδειξασθωσαν, το ακεραιον της πραυτητος αυτων βουλημα αποδειξατωσαν, το επιεικες της γλωσσης αυτων δια της σιγης φανερον ποιησατωσαν· την αγαπην αυτων, μη κατα προσκλισεις, αλλα πασιντοις φοβουμενοις τον θεον οσιως ισην παρεχετωσαν·
  8. τα τεκνα υμων της εν Χριστω παιδειας μεταλαμβανετωσαν· μαθετωσαν, τι ταπεινοφροσυνη παρα θεω ισχυει, τι αγαπη αγνη παρα τω θεω δυναται, πως ο φοβος αυτου καλος και μεγας και σωζων παντας τους εν αυτω οσιως αναστρεφομενους εν καθαρα διανοια·
  9. ερευνητης γαρ εστιν εννοιων και ενθυμησεων· ου η πνοη αυτου εν ημιν εστιν, και οταν θελη ανελει αυτην.

Chapter 22.

  1. Ταυτα δε παντα βεβαιοι η εν Χριστω πιστις· και γαρ αυτος δια του αγιου ουτως προσκαλειται ημας· Δευτε τεκνα, ακουσατε μου, φοβον κυριου διδαξω υμας.
  2. τις εστιν ανθρωπος ο θελων ζωην, αγαπων ημερας ιδειν αγαθας;
  3. παυσον την γλωσσαν σου απο κακου και χειλη του μη λαλησαι δολον·
  4. εκκλινον απο κακου και ποιησον αγαθον
  5. ζητησον ειρηνην και διωξον αυτην.
  6. οφθαλμοι κυριου επι δικαιους, και ωτα αυτου προς λεησιν αυτων· προσωπον δε κυριου ποιουντας κακα του εξολεθρευσαι εκ γης το μνημοσυνος αυτων.
  7. εκεκραξεν ο δικαιος, και ο κυριος εισηκουσεν αυτου και εκ πασων των θλιψεων ερυσατο αυτον.
  8. πολλαι αι θλιψεις του δικαιου και πασων αυτων ρυσεται αυτον ο κυριος· ειτα· Πολλαι αι μαστιγες του αμαρτωλου, τους δε ελπιζοντας επι κυριον ελεος κυκλωσει.

Chapter 23.

  1. Ο οικτιρμων κατα παντα και ευεργετικος πατηρ εξει σπλαγχνα επι τους φοβουμενους αυτον, ηπιως τε και προσηνως τας χαριτας αυτου αποδιδοι τοις προσερχομενοις αυτω απλη διανοια.
  2. διο μη διψυχωμεν, μηδε ινδαλλεσθω η ψυχη ημων επι ταις υπερβαλλουσαις και ενδοξοις δωρεαις αυτου
  3. πορρω γενεσθω αφ ημων η γραφη αυτη, οπου λεγει· Ταλαιπωροι εισιν οι διψυχοι, οι δισταζοντες την ψυχην, οι λεγοντες, Ταυτα ηκουσαμεν και επι των πατερων ημων, και ιδου γεγηρακαμεν και ουδεν ημιν τουτων συνβεβηκεν.
  4. ω ανοητοι, συμβαλετε εαυτους ξυλω· λαβετε αμπελον· πρωτον μεν φυλλοροει, ειτα βλαστος γινεται, ειτα φυλλον, ειτα ανθος, και μετα ταυτα ομφαξ, ειτα σταφυλη παρεχτηγια. Ορατε οτι εν καιρω ολιγω εις πεπειρον καταντα ο καρπος του ξυλου.
  5. επ αληθειας ταχυ και εξαιφνης τελειωθησεται το βουλημα αυτου, συνεπιμαρτυρουσης και της γραφης οτι ταχυ ηξει και ου χρονιει, και εξαιφνης ηξει ο κυριος εις τον ναον αυτου, και ο αγιος ον υμεις προσδοκατε.

Chapter 24.

  1. Κατανοησωμεν, αγαπητοι, πως ο δεσποτης επιδεικνυται διηνεκως ημιν την μελλουσαν αναστασιν εσεσθαι, ης την απαρχην εποιησατο τον κυριον Ιησουν Χριστον εκ νεκρων αναστησας.
  2. ιδωμεν, αγαπητοι, την κατα καιρον γινομενην αναστασιν.
  3. ημερα και νυζ αναστασιν ημιν δηλουσιν· κοιμαται η νυξ, ανισταται ημερα· η ημερα απεισιν, νυξ επερχεται.
  4. λαβωμεν ψους καρπους· ο σπορος πως και τινα τροπον γινεται;
  5. εξηλθεν ο σπειρων και εβαλεν εις την γην εκαστον των σπερματων, ατινα πεσοντα εις την γην ξηρα και γυμνα διαλυεται. ειτ εκ της διαλυσεως η μεγαλειοτης της προνοιας του δεσποτου ανιστησιν αυτα, και εκ του ενος πλειονα αυξει και εκφερει καρπον.

Chapter 25.

  1. Ιδωμεν το παραδοξον σημειον, το γινομενον εν τοις ανατολικοις τοποις, τουτεστιν τοις περι την Αραβιαν.
  2. ορνεον γαρ εχστιν ο προσονομαζεται φοινιξ· τουτο μονογενες υπαρχον ζη ετη πεντακοσια· γενομενον τεηδη προς απολυσιν του αποθανειν αυτο, σηκον εαυτω ποιει εκ λιβανου και των λοιπων αρωματων, εις ον πληρωθεντος του χρονου εισερχεται και τελευτα.
  3. σηπομενης δε της σαρκος σκωληξ τις γενναται, ος εκ της ικμαδος του τετελευτηκοτος ζωου ανατρεφομενος πτεροφυει· ειτα γανναιος γενομενος αιρει τον σηκον εκεινον οπου τα οστα του προγεγονοτος εστιν, και ταυτα βασταζων διανυει απο της αραβικης χωρας εως της Αιγυτου εις την λεγομενην Ηλιουπολιν·
  4. και ημερας, βλεποντων παντων, επιπτας επι τον του ηλιου βωμον τιησιν αυτα, και ουτως εις τουπισω αφορμα.
  5. οι ουν ιερεις επισκεπτονται τας αναγραφας των χρομωμ και ευρισκουσιν πεντακοσιοστου ετους πεπληρωμενου εληλυθεναι.

Chapter 26.

  1. Μεγα και θαυμαστον ουν νομζομεν ειναι, ει ο δημιουργος των απαντων αναντων αναστασιν ποιησεται των οσιως αυτω δουλευσαντων εν πεποιθησει πιστεως αγαθης, οπου και δι ορνεου δεικνυσιν ημιν το μεγαλειον της επαγγελιας αυτου;
  2. λεγει γαρ που· Και εξαναστησεις με και εξομολογησομαι σοι και· Εκοιμηθην και υπνωσα, εξηγερθην, οτι συ μετ εμου ει.
  3. και παλιν Ιωβ λεγει· Και αναστησεις την σαρκα μου ταυτην τεν ανατλησασαν ταυτα παντα.

Chapter 27.

  1. Ταυτη ουν τη ελπιδι προσδεδεσθωσαν αι ψυχαι ημων τω πιστω εν ταις επαγγελιαις και τω δικαιω τοις κριμασιν
  2. ο παραγγειλας μη ψευδεσθαι πολλω μαλλον αυτος ου ψευσεται· ουδεν γαρ αδυνατον παρα τω θεω ει μη το ψευσασθαι.
  3. αναζωπυρησατω ουν η πιστις αυτου εν ημιν, και νοησωμεν οτι παντα εγγυς αυτω εσριν.
  4. εν λογω της μεγαλωσυνης αυτου συνεστησατο τα παντα, και εν λογω δυναται αυτα καταστρεψαι.
  5. Τις ερει αυτω· Τι εποιησας; η τις αντιστησεται τω κρατει της ισχυος αυτου; οτε θελει και ως θελει ποιησει παντα, και ουδεν μη παρελθη των δεδογματισμενων υπ αυτου.
  6. παντα ενωπιον αυτου εισιν, και ουδεν λεληθεν την βουλην αυτου,
  7. ει οι ουρανοι διηγουνται δοξαν θεου, ποιησιν δε χειρων αυτου αναγγελλει το στερεωμα· η ημερα τη ημερα ερευγεται ρημα, και νυξ νυκτι αναγγελλει γνωσιν· και ουκ εισιν λογοι ουδε λαλιαι, ων ουχι ακουονται αι φωναι αυτων.

Chapter 28.

  1. Παντων ουν βλεπομενων και ακουομενων, φοβηθωμεν αυτον και απολειπωμενφαυλον εργων μιαρας επιθυμιας, ινα τω ελεει αυτου σκεασθωμεν απο των μελλοντων κριματων.
  2. που γαρ τις ημων δυναται φυγειν απο της κραταιας χειρος αυτου; ποιος δε κοσμος δεχεται τινα των αυτομολουντων απ αυτου; λεγει γαρ που το γραφειον·
  3. Που αφηξω και που κρυβησομαι απο του προσωπου σου; εαν αναβω εις τον ουρανον, συ ει εκει· εαν απελθω εις τα εσχατα της γης, εκει η δεξια σου· εαν καταστρρωσω εις τας αβυσσους, εκει το πνευμα σου.
  4. ποι ουν τισ απελθη η που αποδραση απο του τα παντα εμπεριεχοντος;

Chapter 29.

  1. Προσελθωμεν ουν αυτω εν οσιοτητι ψυχης αγνας και αμιαντους χειρας αιροντες προς αυτον, αγαπωντες τον επιεικη και ευσπλαγχνον πατερα ημων ος εκλογης μερος ημας εποιησεν εαυτω.
  2. Ουτω γαρ γεγραπται· Οτε διεμεριζεν ο υψιστος εθνη, αγγελων θεου. εγενηθη μερις κυριου λαος αυτου Ιακωβ, σχοινισμα κληρονομιας αυτου Ισραηλ.
  3. και εν ετερω τοπω λεγει, Ιδου κυριος λαμβανει εαυτω εκ μεσου εθνων, ωσπερ λαμβανει ανθρωπος την απαρχην αυτου της αλω, και εξελευσεται εκ του εθνους εκεινου αγια αγιων.

Chapter 30.

  1. Αγιου ουν μερις υπαρχοντες ποιησωμεν τα του αγιασμου παντα, φευγοντες καταλαλιας, μιαρας τε και αναγνους συμπλοκας, μεθας τε και νεωτερισμους και βδελυκτας επιθυμιας, μυσεραν μοιχειαν, βδελυκτην υπερηφανιαν.
  2. θεος γαρ, φησιν, υπερηφανοις αντιτασσεται, ταπειννοις δε διδωσιν χαριν.
  3. Κολληθωμεν ουν εκεινοις οις η χαρις απο του θεου δεδοται· ενδυσωμεθα την ομονοιαν, ταπεινοφρονουντες, εγκρατευομενοι, απο παντος ψιθυρισμου και καταλαλιας πορρω εαυτους ποιουντες, εργοις δικαιουμενοι και μη λογοις.
  4. λεγει γαρ· Ο τα πολλα λεγων και αντακουσεται· η ο ευλαλος οιεται ειναι δικαιος;
  5. ευλογημενος γεννητος γυναικος ολιγοβιος. μη πολυς εν ρημασιν γινου.
  6. Ο επαινος ημων εστω εν θεω και μη εξ αυτων, αυτεπαινετους γαρ μισει ο θεος.
  7. η μαρτυτρια της αγαθης πραξεως ημων διδοσθω υπ αλλων, καθως εδοθη τοις πατρασιν ημων τοις δικαιοις.
  8. θρασοσ και αυθαδεια και τολμα τοις κατηραμενοις υπο του θεου· επιεικεια και ταπεινοφροσυνη και πραυτης παρα τοις ηυλογημενοις υπο του θεου

Chapter 31.

  1. Κολληθωμεν ουν τη ευλογια αυτου, και ιδωμεν τινες αι οδοι της ευλογιας. ανατυλιξωμεν τα απ αρχης γενομενα.
  2. τινος χαριν ηυλογηθη ο πατηρ ημων Αβρααμ; ουχι δικαιοσυνην και αληθειαν δια πιστεως ποιησας;
  3. Ισαακ μετα πεποιθησεως γινωσκων το μελλον ηδεως προσηγετο θυσια.
  4. Ιακωβ μετα ταπεινοφροσυνης εξεχωρησεν της αυτου δι αδελφον και εοπευθη προς Λαβαν και εδουλευσεν, και εδοθη αυτω το δωδεκασκηπτρον του Ισραηλ.

Chapter 32.

  1. Εαν τις καθ εν εκαστον ειλικρινως κατανοηση, επιγνωσεται μεγαλεια των υπ αυτου δεδομενων δωρεων
  2. εξ αυτου γαρ ιερεις και λευιται παντες οι λειτουργουντες τω θυσιατηριω του θεου· εξ αυτου ο κυριος Ιησους το κατα σαρκα· εξ αυτου βασιλεις και αρχοντες και ηγουμενοι, κατα τον Ιουδαν· τα δε λοιπα σκηπτρα αυτου ουκ εν μικρα δοξη υπαρχουσιν, ως επαγγειλαμενου του θεου οτι Εσται το σπερμα σου ως οι αστερες του ουρανου.
  3. Παντες ουν εδοξασθησαν και εμεγαλυνθησαν ου δι αυτων η των εργων αυτων η της δικαιοπραγιας ης κατειργασαντο, αλλα δια του θεληματος αυτου.
  4. και ημεις ουν, δια θεληματος αυτου εν Χριστω Ιησου κληθεντες, ου δι εαυτων δικαιουμεθα ουδε δια της ημετερας σοφιας συνεσεως η ευσεβειας η εργων ων κατειργασαμεθα εν οσιοτητι καρδιας, αλλα δια της πιστεως, δι ης παντας τους απ αιωνας οπαντοκρατωρ θεος εδκαιωσεν· ω εστω η δοξα εις τους αιωνας των αιωνων. αμην.