Epistle of Ignatius to the Trallians.

Chapters 1-13.


Ιγνατιος, ο και Θεοφορος, ηγαπημενη θεω πατρι Ιησου Χριστου, εκκλησια αγια τη ουση εν Τραλλεσιν της Ασιας, εκλεκτη και αξιοθεω, ειρηνευουση εν σαρκι και πνευματι τω παθει Ιησου Χριστου, της ελπιδος ημων εν τη εις αυτον αναστασει· ην και ασπαζομαι εν τω πληρωματι εν αποστολικω χαρακτηρι και ευχομαι πλειστα χαιρειν.

Chapter 1.

  1. Αμωμον διανοιαν και αδιεκριτον εν υπομονη εγνων υμας εχοντας, ου κατα χρησιν αλλα κατα φυσιν, καθως εδηλωσεν μοι Πολυβιος ο επισκοπος υμων, ος παρεγενετο θεληματι θεου και Ιησου Χριστου εν Σμυρνη, και ουτως μοι συνεχαρη δεδεμενω εν Χριστω Ιησου, ωστε με το παν πληθος υμων εν αυτω θεωρησαι.
  2. αποδεξαμενος ουν την κατα θεον ευνοιαν δι αυτου, εδοξασα ευρων υμας, ως εγνων, μιμητας οντας θεου.

Chapter 2.

  1. Οταν γαρ τω επισκοπω υποτασσησθε ως Ιησου Χριστω φαινεσθε μοι ου κατα ανθρωπους ζωντες, αλλα κατα Ιησουν Χριστον, τον δι ημας αποθανοντα ινα πιστευσαντες εις τον θανατον αυτου το αποθανειν εκφυγητε.
  2. αναγκαιον ουν εστιν, ωσπερ ποιειτε, ανευ του επισκοπου μηδεν πρασσειν υμας, αλλ υποτασσεσθε και τω πρεσβυτεριω ως τοις αποστολοις Ιησου Χριστου, της ελπιδος ημων, εν ω διαγοντες ευρεθησομεθα.
  3. δει δε και τους διακονους οντας μυστηριων Ιησου Χριστου κατα παντα τροπον πασιν αρεσκειν. ου γαρ βρωματων και ποτων εισιν διακονοι, αλλ εκκλησιας θεου υπηρεται. δεον ουν αυτους φυλασσεσθαι τα εγκληματα ως πυρ.

Chapter 3.

  1. Ομοιως παντες εντρεπεσθωσαν τους διακονους ως Ιησουν Χριστον, ως και τον επισκοπον οντα τυπον του πατρος, τους δε πρεσβυτερους ως συνεδριον θεου και ως συνδεσμον αποστολων· χωρις τουτων εκκλησια ου καλειται.
  2. περι ων πεπεισμαι υμας ουτως εχειν· το γαρ εξεμπλαριον της αγαπης υμων ελαβον και εχω μεθ εαυτου εν τω επισκοπω υμων, ου αυτο το καταστημα μεγαλη μαθητεια, η δε πραοτης αυτου δυναμις· ον λογιζομαι και τους αθεους εντρεπεσθαι.
  3. αγαθων υμας φειδομαι, συντονωτερον δυναμενος γραφειν υπερ τουτου. {αλλ ουχ ικανον εαυτον} εις τουτο φηθην, ινα ων κατακριτος ως αποστολος υμιν διατασσωμαι.

Chapter 4.

  1. Πολλα φρονω εν θεω, αλλ εμαυτον μετρω, ινα μη εν καυχησει απολωμαι. νυν γαρ με δει πλεον φοβεισθαι και μη προσεχειν τοις φυσιουσιν με· οι γαρ λεγοντες μοι μαστιγουσιν με.
  2. αγαπω μεν γαρ το παθειν, αλλ ουκ οιδα ει αξιος ειμι· το γαρ ζηλος πολλοις μεν ου φαινεται, εμε δε πλεον πολεμει. χρηζω ουν πραοτητος, εν η καταλυεται ο αρχων του αιωνος τουτου.

Chapter 5.

  1. Μη ου δυναμαι υμιν τα επουρανια γραψαι; αλλα φοβουμαι μη νηπιοις υμιν βλαβην παραθω. και συγγνωμονειτε μοι, μηποτε ου δυνηθεντες χωρησαι στραγγαλωθητε.
  2. και γαρ εγω, ου καθοτι δεδεμαι και δυναμαι νοειν τα επουρανια και τας τοποθεσιας τας αγγελικας και τας συστασεις τας αρχοντικας, ορατα τε και αορατα, παρα τουτο ηδη και μαθητης ειμι. πολλα γαρ ημιν λειπει, ινα θεου μη λειπωμεθα.

Chapter 6.

  1. Παρακαλω ουν υμας, ουκ εγω αλλ η αγαπη Ιησου Χριστου, μονη τη Χριστιανη τροφη χρησθε, αλλοτριας δε βοτανης απεχεσθε, ητις εστιν αιρεσις.
  2. οι εαυτοις παρεμπλεκουσιν Ιησουν Χριστον καταξιοπιστευομενοι, ωσπερ θανασιμον φαρμακον διδοντες μετα οινομελιτος, οπερ ο αγνοων {αδεως} λαμβανει εν ηδονη κακη το αποθανειν.

Chapter 7.

  1. Φυλαττεσθε ουν τους τοιουτους. τουτο δε εσται υμιν μη φυσιουμενοις και ουσιν αχωριστοις Ιησου Χριστου και του επισκοπου και των διαταγματων των αποστολων.
  2. ο εντος θυσιαστηριου ων καθαρος εστιν, ο δε εκτος θυσιαστηριου ων ου καθαρος εστιν· τουτ εστιν, ο χωρις επισκοπου και πρεσβυτεριου και διακονων πρασσων τι, ουτος ου καθαρος εστιν τη συνειδησει.

Chapter 8.

  1. Ουκ επει εγνων τοιουτον τι εν υμιν, αλλα προφυλασσω υμας οντας μου αγαπητους, προορων τας ενεδρας του διαβολου. υμεις ουν την πραυπαθειαν αναλαβοντες {ανακτησασθε} εαυτους εν πιστει, ο εστιν σαρξ του κυριου, και εν αγαπη, ο εστιν αιμα Ιησου Χριστου.
  2. μηδεις υμων κατα του πλησιον εχετω. μη αφορμας διδοτε τοις εθνεσιν, ινα μη δι ολιγους αφρονας το ενθεον πληθος βλασφημηται. ουαι γαρ δι ου επι ματαιοτητι το ονομα μου επι τινων βλασφημειται.

Chapter 9.

  1. Κωφωθητε ουν, οταν υμιν χωρις Ιησου Χριστου λαλη τις, του εκ γενους Δαυιδ, του εκ Μαριας, ος αληθως εγεννηθη, εφαγεν τε και επιεν, αληθως εδιωχθη επι Ποντιου Πιλατου, αληθως εσταυρωθη και απεθανεν, βλεποντων των επουρανιων και επιγειων και υποχθονιων,
  2. ος και αληθως ηγερθη απο νεκρων, εγειραντος αυτον του πατρος αυτου, ος και κατα το ομοιωμα ημας τους πιστευοντας αυτω ουτως εγερει ο πατηρ αυτου εν Χριστω Ιησου, ου χωρις το αληθινον ζην ουκ εχομεν.

Chapter 10.

  • Ει δε, ωσπερ τινες αθεοι οντες, τουτεστιν απιστοι, λεγουσιν, το δοκειν πεπονθεναι αυτον, αυτοι οντες το δοκειν, εγω τι δεδεμαι; τι δε και ευχομαι θηριομαχησαι; δωρεαν ουν αποθνησκω. αρα ουν καταψευδομαι του κυριου.

Chapter 11.

  1. Φευγετε ουν τα κακας παραφυαδας τας γεννωσας καρπον πανατηφορον, ου εαν γευσηται τις, παραυτα αποθνησκει· ουτοι γαρ ουκ εισιν φυτεια πατρος.
  2. ει γαρ ησαν, εφαινοντο αν κλαδοι του σταυρου, και ην αν ο καρπος αυτων αφθαρτος· δι ου εν τω παθει αυτου προσκαλειται υμας οντας μελη αυτου. ου δυναται ουν κεφαλη χωρις γεννηθηναι ανευ μελων, του θεου ενωσιν επαγγελλομενου, ος εστιν αυτος.

Chapter 12.

  1. Ασπαζομαι υμας απο Σμυρνης αμα ταις συμπαρουσαις μοι εκκλησιαις του θεου, οι κατα παντα με ανεπαυσαν σαρκι τε και πνευματι.
  2. παρακαλει υμας τα δεσμα μου, α ενεκεν Ιησου Χριστου περιφερω αιτουμενος θεου επιτυχειν· διαμανετε εν τη ομονοια υμων και τη μετ αλληλων προσευχη. πρεπει γαρ υμιν τοις καθ ενα, εξαιρετως και τοις πρεσβυτεροις, αναψυχειν τον επισκοπον εις τιμην πατρος {και εις τιμην} Ιησου Χριστου και των αποστολων.
  3. ευχομαι υμας εν αγαπη ακουσαι μου, ινα μη εις μαρτυριον ω εν υμιν γραψας. και περι εμου δε προσευχεσθε, της αφ υμων αγαπης χρηζοντος εν τω ελεει του θεου, εις το καταξιωθηναι με του κληρου ουπερ εγκειμαι επιτυχειν, ινα μη αδοκιμος ευρεθω.

Chapter 13.

  1. Ασπαζεται υμας η αγαπη Σμυρναιων και Εφεσιων. μνημονευετε εν ταις προσευχαις υμων της εν Συρια εκκλησιας, οθεν και ουκ αξιος ειμι λεγεσθαι, ων εσχατος εκεινων.
  2. ερρωσθε εν Ιησου Χριστω, υποτασσομενοι τω επισκοπω ως τη εντολη, ομοιως και τω πρεσβυτεριω. και οι κατ ανδρα αλληλους αγαπατε εν αμεριστω καρδια.
  3. αγνιζεται υμων το εμον πνευμα, ου μονον νυν αλλα και οταν θεου επιτυχω. ετι γαρ υπο κινδυνον ειμι· αλλα πιστος ο πατηρ εν Ιησου Χριστω πληρωσαι μου την αιτησιν και υμων· εν ω ευρεθειημεν αμωμοι.