The appendices for the martyrdom of Polycarp.

The Moscow manuscript versus the other manuscripts.


Two distinct appendices are extant for the martyrdom of Polycarp. The Moscow manuscript (Mosquensis, century XIII) renders a much longer ending than the others.

Martyrdom of Polycarp 22.2-3
according to most manuscripts.
Martyrdom of Polycarp 22.2-3
according to the Moscow manuscript (m).
Ταυτα μετεγραψατο μεν Γαιος
εκ των Ειρηναιου,
 
 
μαθητου
του Πολυκαρπου,
ος και συνεπολιτευσατο
τω Ειρηναιω.
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
εγω δε Σωκρατης εν Κορινθω
εκ των Γαιου αντιγραφων εγραψα.
η χαρις μετα παντων.
 
Εγω δε παλιν Πιονιος
εκ του προγεγραμμενου εγραψα
αναζητησας αυτα,
κατα αποκαλυψιν φανερωσαντος μοι
του μακαριου Πολυκαρπου,
 
καθως δηλωσω εν τω καθεξης,
συναγαγων αυτα ηδη σχεδον
εκ του χρονου κεκμηκοτα,
ινα καμε συναγαγη
ο κυριος Ιησους Χριστος
μετα των εκλεκτων αυτου
εις την ουρανιον βασιλειαν αυτου,
ω η δοξα συν πατρι
 
και αγιω πνευματι
εις τους αιωνας των αιωνων.
 
Αμην.
Ταυτα μετεγραψατο μεν Γαιος
εκ των Ειρηναιου συγγραμματων,
ος και συνεπολιτευσατο
τω Ειρηναιω,
μαθητη γεγονοτι
του αγιου Πολυκαρπου.
 
ουτος γαρ ο Ειρηναιος,
κατα τον καιρον του μαρτυριου
του επισκοπου Πολυκαρπου
γενομενος εν Ρωμη, πολλους εδιδαξεν.
ου και πολλα αυτου συγγραμματα
καλλιστα και ορθοτατα φερεται·
εν οις μεμνηται Πολυκαρπου,
οτι παρ αυτου εμαθεν.
ικανως τε πασαν αιρεσιν ηλεγξεν
και τον εκκλησιαστικον κανονα
και καθολικον, ως παρελαβεν
παρα του αγιου, και παρεδωκεν.
λεγει δε και τουτο, οτι συναντησαντος
ποτε τω αγιω Πολυκαρπω Μαρκιωνος,
αφ ου οι λεγομενοι Μαρκιωνισται,
και ειποντος· Επιγινωσκε ημας,
Πολυκαρπε, ειπεν αυτος τω Μαρκιωνι·
Επιγινωσκω· επιγινωσκω
τον πρωτοτοκον του Σατανα.
και τουτο δε φερεται εν τοις
του Ειρηναιου συγγραμμασιν,
οτι η ημερα και ωρα εν Σμυρνη
εμαρτυρησεν ο Πολυκαρπος,
ηκουσεν φωνην εν τη Ρωμαιων πολει
υπαρχων ο Ειρηναιος, ως σαλπιγγος
λεγουσης· Πολυκαρπος εμαρτυρησεν.
εκ τουτων ουν, ως προλελεκται,
των του Ειρηναιου συγγραμματων
Γαιος μετεγραψατο,
εκ δε των Γαιου αντιγραφων
Ισοκρατης εν Κορινθω.
 
 
 
Εγω δε παλιν Πιονιος
εκ των Ισοκρατους αντιγραφων εγραψα,
 
κατα αποκαλυψιν
του αγιου Πολυκαρπου
ζητησας αυτα,
 
συναγαγων αυτα ηδη σχεδον
εκ του χρονου κεκμηκοτα,
ινα καμε συναγαγη
ο κυριος Ιησους Χριστος
μετα των εκλεκτων αυτου
εις την επουρανιον αυτου βασιλειαν,
ω η δοξα συν τω πατρι
και τω υιω
και τω αγιω πνευματι
εις τους αιωνας των αιωνων.
 
Αμην.

Fin.